[181] Ὑπὲρ ὧν ἄξιον ὀργίζεσθαι, καὶ σκοπεῖν ὅπως τῶν
τε γεγενημένων δίκην ληψόμεθα καὶ τὰ μέλλοντα διορθωσό-
μεθα. καὶ γὰρ αἰσχρὸν ἰδίᾳ μὲν τοῖς βαρβάροις οἰκέταις
ἀξιοῦν χρῆσθαι, δημοσίᾳ δὲ τοσούτους τῶν συμμάχων
περιορᾶν αὐτοῖς δουλεύοντας, καὶ τοὺς μὲν περὶ τὰ Τρωϊκὰ
γενομένους μιᾶς γυναικὸς ἁρπασθείσης οὕτως ἅπαντας
συνοργισθῆναι τοῖς ἀδικηθεῖσιν, ὥστε μὴ πρότερον παύσα-
σθαι πολεμοῦντας πρὶν τὴν πόλιν ἀνάστατον ἐποίησαν τοῦ
τολμήσαντος ἐξαμαρτεῖν, [182] ἡμᾶς δ’ ὅλης τῆς Ἑλλά-
δος ὑβριζομένης μηδεμίαν ποιήσασθαι κοινὴν τιμωρίαν,
ἐξὸν ἡμῖν εὐχῆς ἄξια διαπράξασθαι. μόνος γὰρ οὗτος ὁ
πόλεμος εἰρήνης κρείττων ἐστί, θεωρίᾳ μὲν μᾶλλον ἢ
στρατείᾳ προσεοικώς, ἀμφοτέροις δὲ συμφέρων, καὶ τοῖς
ἡσυχίαν ἄγειν καὶ τοῖς πολεμεῖν ἐπιθυμοῦσιν. εἴη γὰρ
ἂν τοῖς μὲν ἀδεῶς τὰ σφέτερ’ αὐτῶν καρποῦσθαι, τοῖς
δ’ ἐκ τῶν ἀλλοτρίων μεγάλους πλούτους κατακτήσασθαι.
[183] Πολλαχῇ δ’ ἄν τις λογιζόμενος εὕροι ταύτας τὰς
πράξεις μάλιστα λυσιτελούσας ἡμῖν. φέρε γάρ, πρὸς τίνας
χρὴ πολεμεῖν τοὺς μηδεμιᾶς πλεονεξίας ἐπιθυμοῦντας ἀλλ’
αὐτὸ τὸ δίκαιον σκοποῦντας; οὐ πρὸς τοὺς καὶ πρότερον
κακῶς τὴν Ἑλλάδα ποιήσαντας καὶ νῦν ἐπιβουλεύοντας
καὶ πάντα τὸν χρόνον οὕτω πρὸς ἡμᾶς διακειμένους;
[184] τίσι δὲ φθονεῖν εἰκός ἐστι τοὺς μὴ παντάπασιν
ἀνάνδρως διακειμένους ἀλλὰ μετρίως τούτῳ τῷ πράγματι
χρωμένους; οὐ τοῖς μείζους μὲν τὰς δυναστείας ἢ κατ’
ἀνθρώπους περιβεβλημένοις, ἐλάττονος δ’ ἀξίοις τῶν παρ’
ἡμῖν δυστυχούντων; ἐπὶ τίνας δὲ στρατεύειν προσήκει
τοὺς ἅμα μὲν εὐσεβεῖν βουλομένους ἅμα δὲ τοῦ συμ-
φέροντος ἐνθυμουμένους; οὐκ ἐπὶ τοὺς καὶ φύσει πολε-
μίους καὶ πατρικοὺς ἐχθρούς, καὶ πλεῖστα μὲν ἀγαθὰ
κεκτημένους, ἥκιστα δ’ ὑπὲρ αὐτῶν ἀμύνεσθαι δυναμένους;
οὐκοῦν ἐκεῖνοι πᾶσι τούτοις ἔνοχοι τυγχάνουσιν ὄντες.
[185] Καὶ μὴν οὐδὲ τὰς πόλεις λυπήσομεν στρατιώτας ἐξ
αὐτῶν καταλέγοντες, ὃ νῦν ἐν τῷ πολέμῳ τῷ πρὸς ἀλλήλους
ὀχληρότατόν ἐστιν αὐταῖς· πολὺ γὰρ οἶμαι σπανιωτέρους
ἔσεσθαι τοὺς μένειν ἐθελήσοντας τῶν συνακολουθεῖν ἐπι-
θυμησόντων. τίς γὰρ οὕτως ἢ νέος ἢ παλαιὸς ῥᾴθυμός
ἐστιν, ὅστις οὐ μετασχεῖν βουλήσεται ταύτης τῆς στρατιᾶς
τῆς ὑπ’ Ἀθηναίων μὲν καὶ Λακεδαιμονίων στρατηγουμένης,
ὑπὲρ δὲ τῆς τῶν συμμάχων ἐλευθερίας ἁθροιζομένης, ὑπὸ
δὲ τῆς Ἑλλάδος ἁπάσης ἐκπεμπομένης, ἐπὶ δὲ τὴν τῶν
βαρβάρων τιμωρίαν πορευομένης; [186] φήμην δὲ καὶ
μνήμην καὶ δόξαν πόσην τινὰ χρὴ νομίζειν ἢ ζῶντας
ἕξειν ἢ τελευτήσαντας καταλείψειν τοὺς ἐν τοῖς
τοιούτοις ἔργοις ἀριστεύσαντας; ὅπου γὰρ οἱ πρὸς Ἀλέ-
ξανδρον πολεμήσαντες καὶ μίαν πόλιν ἑλόντες τοιούτων
ἐπαίνων ἠξιώθησαν, ποίων τινῶν χρὴ προσδοκᾶν ἐγκωμίων
τεύξεσθαι τοὺς ὅλης τῆς Ἀσίας κρατήσαντας; τίς γὰρ ἢ
τῶν ποιεῖν δυναμένων ἢ τῶν λέγειν ἐπισταμένων οὐ πονή-
σει καὶ φιλοσοφήσει βουλόμενος ἅμα τῆς θ’ αὑτοῦ διανοίας
καὶ τῆς ἐκείνων ἀρετῆς μνημεῖον εἰς ἅπαντα τὸν χρόνον
καταλιπεῖν;
|