Σώματα Κειμένων

Ανθολόγιο Αττικής Πεζογραφίας 

 

ΙΣΟΚΡΑΤΗΣ, ΠΑΝΗΓΥΡΙΚΟΣ

ΙΣΟΚΡ 4.93–99

(ΙΣΟΚΡ 4.93–109: Το τέλος των Περσικών πολέμων – Η αθηναϊκή ηγεμονία) Η νίκη στη Σαλαμίνα: σημασία και συνέπειες
Η νίκη των Ελλήνων στους Περσικούς πολέμους ήταν, κατά τον ρήτορα, σπουδαιότερη από την άλωση της Τροίας. Αθηναίοι και Λακεδαιμόνιοι με τη μεταξύ τους άμιλλα και ομοψυχία συνεισέφεραν σε αυτήν από κοινού. Αφού αναφέρθηκε στις μάχες του Μαραθώνα και των Θερμοπυλών και στη ναυμαχία του Αρτεμισίου, ολοκληρώνει το πρώτο, επιδεικτικό, τμήμα του λόγου του με τα παρακάτω:

    [93] Ἀθύμως γὰρ ἁπάντων τῶν συμμάχων διακει-
μένων, καὶ Πελοποννησίων μὲν διατειχιζόντων τὸν
Ἰσθμὸν καὶ ζητούντων ἰδίαν αὑτοῖς σωτηρίαν, τῶν δ’
ἄλλων πόλεων ὑπὸ τοῖς βαρβάροις γεγενημένων καὶ συ-
στρατευομένων ἐκείνοις, πλὴν εἴ τις διὰ μικρότητα παρημε-
λήθη, προσπλεουσῶν δὲ τριήρων διακοσίων καὶ χιλίων καὶ
πεζῆς στρατιᾶς ἀναριθμήτου μελλούσης εἰς τὴν Ἀττικὴν
εἰσβάλλειν, οὐδεμιᾶς σωτηρίας αὐτοῖς ὑποφαινομένης,
ἀλλ’ ἔρημοι συμμάχων γεγενημένοι καὶ τῶν ἐλπίδων ἁπασῶν
διημαρτηκότες, [94] ἐξὸν αὐτοῖς μὴ μόνον τοὺς παρόν-
τας κινδύνους διαφυγεῖν ἀλλὰ καὶ τιμὰς ἐξαιρέτους λα-
βεῖν, ἃς αὐτοῖς ἐδίδου βασιλεὺς ἡγούμενος, εἰ τὸ τῆς
πόλεως προσλάβοι ναυτικόν, παραχρῆμα καὶ Πελοποννή-
σου κρατήσειν, οὐχ ὑπέμειναν τὰς παρ’ ἐκείνου δωρεάς,
οὐδ’ ὀργισθέντες τοῖς Ἕλλησιν ὅτι προὐδόθησαν ἀσμένως
ἐπὶ τὰς διαλλαγὰς τὰς πρὸς τοὺς βαρβάρους ὥρμησαν,
[95] ἀλλ’ αὐτοὶ μὲν ὑπὲρ τῆς ἐλευθερίας πολεμεῖν παρεσ-
κευάζοντο, τοῖς δ’ ἄλλοις τὴν δουλείαν αἱρουμένοις
συγγνώμην εἶχον. ἡγοῦντο γὰρ ταῖς μὲν ταπειναῖς τῶν
πόλεων προσήκειν ἐκ παντὸς τρόπου ζητεῖν τὴν σωτη-
ρίαν, ταῖς δὲ προεστάναι τῆς Ἑλλάδος ἀξιούσαις οὐχ
οἷόν τ’ εἶναι διαφεύγειν τοὺς κινδύνους, ἀλλ’ ὥσπερ τῶν
ἀνδρῶν τοῖς καλοῖς κἀγαθοῖς αἱρετώτερόν ἐστιν καλῶς
ἀποθανεῖν ἢ ζῆν αἰσχρῶς, οὕτω καὶ τῶν πόλεων ταῖς
ὑπερεχούσαις λυσιτελεῖν ἐξ ἀνθρώπων ἀφανισθῆναι μᾶλλον
ἢ δούλαις ὀφθῆναι γενομέναις. [96] δῆλον δ’ ὅτι ταῦτα
διενοήθησαν· ἐπειδὴ γὰρ οὐχ οἷοί τ’ ἦσαν πρὸς ἀμφοτέρας
ἅμα παρατάξασθαι τὰς δυνάμεις, παραλαβόντες ἅπαντα
τὸν ὄχλον τὸν ἐκ τῆς πόλεως εἰς τὴν ἐχομένην νῆσον
ἐξέπλευσαν, ἵν’ ἐν μέρει πρὸς ἑκατέραν κινδυνεύσωσιν.

    Καίτοι πῶς ἂν ἐκείνων ἄνδρες ἀμείνους ἢ μᾶλλον φιλέλ-
ληνες ὄντες ἐπιδειχθεῖεν, οἵτινες ἔτλησαν ἐπιδεῖν, ὥστε
μὴ τοῖς λοιποῖς αἴτιοι γενέσθαι τῆς δουλείας, ἐρήμην μὲν
τὴν πόλιν γενομένην, τὴν δὲ χώραν πορθουμένην, ἱερὰ
δὲ συλώμενα καὶ νεὼς ἐμπιπραμένους, ἅπαντα δὲ τὸν
πόλεμον περὶ τὴν πατρίδα τὴν αὑτῶν γιγνόμενον; [97] καὶ
οὐδὲ ταῦτ’ ἀπέχρησεν αὐτοῖς, ἀλλὰ πρὸς χιλίας καὶ δια-
κοσίας τριήρεις μόνοι διαναυμαχεῖν ἐμέλλησαν. οὐ μὴν
εἰάθησαν· καταισχυνθέντες γὰρ Πελοποννήσιοι τὴν ἀρετὴν
αὐτῶν, καὶ νομίσαντες προδιαφθαρέντων μὲν τῶν ἡμετέ-
ρων οὐδ’ αὐτοὶ σωθήσεσθαι, κατορθωσάντων δ’ εἰς ἀτιμίαν
τὰς αὑτῶν πόλεις καταστήσειν, ἠναγκάσθησαν μετασχεῖν
τῶν κινδύνων. καὶ τοὺς μὲν θορύβους τοὺς ἐν τῷ πράγ-
ματι γενομένους καὶ τὰς κραυγὰς καὶ τὰς παρακελεύσεις,
ἃ κοινὰ πάντων ἐστὶ τῶν ναυμαχούντων, οὐκ οἶδ’ ὅ τι δεῖ
λέγοντα διατρίβειν· [98] ἃ δ’ ἐστὶν ἴδια καὶ τῆς ἡγεμο-
νίας ἄξια καὶ τοῖς προειρημένοις ὁμολογούμενα, ταῦτα δ’
ἐμὸν ἔργον ἐστὶν εἰπεῖν. τοσοῦτον γὰρ ἡ πόλις ἡμῶν
διέφερεν, ὅτ’ ἦν ἀκέραιος, ὥστ’ ἀνάστατος γενομένη
πλείους μὲν συνεβάλετο τριήρεις εἰς τὸν κίνδυνον τὸν
ὑπὲρ τῆς Ἑλλάδος ἢ σύμπαντες οἱ ναυμαχήσαντες, οὐδεὶς
δὲ πρὸς ἡμᾶς οὕτως ἔχει δυσμενῶς, ὅς τις οὐκ ἂν ὁμο-
λογήσειε διὰ μὲν τὴν ναυμαχίαν ἡμᾶς τῷ πολέμῳ κρατῆ-
σαι, ταύτης δὲ τὴν πόλιν αἰτίαν γενέσθαι.

    [99] Καίτοι μελλούσης στρατείας ἐπὶ τοὺς βαρβάρους
ἔσεσθαι τίνας χρὴ τὴν ἡγεμονίαν ἔχειν; οὐ τοὺς ἐν τῷ προ-
τέρῳ πολέμῳ μάλιστ’ εὐδοκιμήσαντας, καὶ πολλάκις μὲν
ἰδίᾳ προκινδυνεύσαντας, ἐν δὲ τοῖς κοινοῖς τῶν ἀγώνων
ἀριστείων ἀξιωθέντας; οὐ τοὺς τὴν αὑτῶν ἐκλιπόντας ὑπὲρ
τῆς τῶν ἄλλων σωτηρίας, καὶ τό τε παλαιὸν οἰκιστὰς τῶν
πλείστων πόλεων γενομένους, καὶ πάλιν αὐτὰς ἐκ τῶν μεγί-
στων συμφορῶν διασώσαντας; πῶς δ’ οὐκ ἂν δεινὰ πάθοι-
μεν, εἰ τῶν κακῶν πλεῖστον μέρος μετασχόντες ἐν ταῖς
τιμαῖς ἔλαττον ἔχειν ἀξιωθεῖμεν, καὶ τότε προταχθέντες
ὑπὲρ ἁπάντων νῦν ἑτέροις ἀκολουθεῖν ἀναγκασθεῖμεν;