Σώματα Κειμένων

Ανθολόγιο Αττικής Πεζογραφίας 

 

ΙΣΟΚΡΑΤΗΣ, ΕΥΑΓΟΡΑΣ

ΙΣΟΚΡ 9.8–11

Οι δυσκολίες για τη συγγραφή εγκωμίου με τη χρήση του πεζού λόγου
Το έργο αυτό αποτελεί εγκώμιο που γράφτηκε στη μνήμη του βασιλιά της Σαλαμίνας και πατέρα του Νικοκλή, του Ευαγόρα. Στην αρχή του Προοιμίου ο ρήτορας τόνισε την αξία της συγγραφής των εγκωμίων, τα οποία κατορθώνουν να εξασφαλίσουν την αθανασία όσων εξυμνούνται. Το εισαγωγικό τμήμα του λόγου του ολοκληρώνεται με τις παραγράφους που ακολουθούν.

    [8] Οἶδα μὲν οὖν ὅτι χαλεπόν ἐστιν ὃ μέλλω ποιεῖν,
ἀνδρὸς ἀρετὴν διὰ λόγων ἐγκωμιάζειν. σημεῖον δὲ μέγι-
στον· περὶ μὲν γὰρ ἄλλων πολλῶν καὶ παντοδαπῶν λέγειν
τολμῶσιν οἱ περὶ τὴν φιλοσοφίαν ὄντες, περὶ δὲ τῶν τοιού-
των οὐδεὶς πώποτ’ αὐτῶν συγγράφειν ἐπεχείρησεν. καὶ
πολλὴν αὐτοῖς ἔχω συγγνώμην. [9] τοῖς μὲν γὰρ ποιηταῖς
πολλοὶ δέδονται κόσμοι· καὶ γὰρ πλησιάζοντας τοὺς θεοὺς
τοῖς ἀνθρώποις οἷόν τ’ αὐτοῖς ποιῆσαι καὶ διαλεγομένους
καὶ συναγωνιζομένους οἷς ἂν βουληθῶσι, καὶ περὶ τούτων
δηλῶσαι μὴ μόνον τοῖς τεταγμένοις ὀνόμασιν, ἀλλὰ τὰ μὲν
ξένοις, τὰ δὲ καινοῖς, τὰ δὲ μεταφοραῖς, καὶ μηδὲν παραλι-
πεῖν, ἀλλὰ πᾶσι τοῖς εἴδεσι διαποικῖλαι τὴν ποίησιν· [10] τοῖς
δὲ περὶ τοὺς λόγους οὐδὲν ἔξεστιν τῶν τοιούτων, ἀλλ’ ἀπο-
τόμως καὶ τῶν ὀνομάτων τοῖς πολιτικοῖς μόνον καὶ τῶν
ἐνθυμημάτων τοῖς περὶ αὐτὰς τὰς πράξεις ἀναγκαῖόν ἐστι
χρῆσθαι. πρὸς δὲ τούτοις οἱ μὲν μετὰ μέτρων καὶ ῥυθμῶν
ἅπαντα ποιοῦσιν, οἱ δ’ οὐδενὸς τούτων κοινωνοῦσιν· ἃ
τοσαύτην ἔχει χάριν, ὥστ’ ἂν καὶ τῇ λέξει καὶ τοῖς ἐνθυμή-
μασιν ἔχῃ κακῶς, ὅμως αὐταῖς ταῖς εὐρυθμίαις καὶ ταῖς
συμμετρίαις ψυχαγωγοῦσι τοὺς ἀκούοντας. [11] γνοίη δ’
ἄν τις ἐκεῖθεν τὴν δύναμιν αὐτῶν· ἢν γάρ τις τῶν ποιημά-
των τῶν εὐδοκιμούντων τὰ μὲν ὀνόματα καὶ τὰς διανοίας
καταλίπῃ, τὸ δὲ μέτρον διαλύσῃ, φανήσεται πολὺ καταδεέ-
στερα τῆς δόξης ἧς νῦν ἔχομεν περὶ αὐτῶν. ὅμως δὲ καίπερ
τοσοῦτον πλεονεκτούσης τῆς ποιήσεως, οὐκ ὀκνητέον, ἀλλ’
ἀποπειρατέον τῶν λόγων ἐστίν, εἰ καὶ τοῦτο δυνήσονται,
τοὺς ἀγαθοὺς ἄνδρας εὐλογεῖν μηδὲν χεῖρον τῶν ἐν ταῖς
ᾠδαῖς καὶ τοῖς μέτροις ἐγκωμιαζόντων.