Σώματα Κειμένων

Ανθολόγιο Αττικής Πεζογραφίας 

 

ΙΣΟΚΡΑΤΗΣ, ΑΡΕΟΠΑΓΙΤΙΚΟΣ

ΙΣΟΚΡ 7.77–84

(ΙΣΟΚΡ 7) Ἐπίλογος: Σύγκριση πατρογονικού και σύγχρονου πολιτεύματος – Έκκληση για επαναφορά του πρώτου

    [77] Ἀλλὰ γὰρ ἢν ἐπακολουθῶ τοῖς ἐνοῦσιν ἐπιτιμῆσαι
καὶ κατηγορῆσαι τῶν ἐνεστώτων πραγμάτων, δέδοικα μὴ
πόρρω λίαν τῆς ὑποθέσεως ἀποπλανηθῶ. περὶ μὲν οὖν
τούτων καὶ πρότερον εἰρήκαμεν, καὶ πάλιν ἐροῦμεν, ἢν μὴ
πείσωμεν ὑμᾶς παύσασθαι τοιαῦτ’ ἐξαμαρτάνοντας· περὶ δ’
ὧν ἐξ ἀρχῆς τὸν λόγον κατεστησάμην, βραχέα διαλεχθεὶς
παραχωρῶ τοῖς βουλομένοις ἔτι συμβουλεύειν περὶ τούτων.

    [78] Ἡμεῖς γὰρ ἢν μὲν οὕτως οἰκῶμεν τὴν πόλιν ὥσπερ
νῦν, οὐκ ἔστιν ὅπως οὐ καὶ βουλευσόμεθα καὶ πολεμήσομεν
καὶ βιωσόμεθα καὶ σχεδὸν ἅπαντα καὶ πεισόμεθα καὶ πρά-
ξομεν ἅπερ ἐν τῷ παρόντι καιρῷ καὶ τοῖς παρελθοῦσι
χρόνοις· ἢν δὲ μεταβάλωμεν τὴν πολιτείαν, δῆλον ὅτι κατὰ
τὸν αὐτὸν λόγον, οἷά περ ἦν τοῖς προγόνοις τὰ πράγματα,
τοιαῦτ’ ἔσται καὶ περὶ ἡμᾶς· ἀνάγκη γὰρ ἐκ τῶν αὐτῶν
πολιτευμάτων καὶ τὰς πράξεις ὁμοίας ἀεὶ καὶ παραπλη-
σίας ἀποβαίνειν.

    [79] Δεῖ δὲ τὰς μεγίστας αὐτῶν παρ’ ἀλλήλας θέντας
βουλεύσασθαι, ποτέρας ἡμῖν αἱρετέον ἐστίν. καὶ πρῶτον
μὲν σκεψώμεθα τοὺς Ἕλληνας καὶ τοὺς βαρβάρους, πῶς
πρὸς ἐκείνην τὴν πολιτείαν διέκειντο καὶ πῶς νῦν ἔχουσι
πρὸς ἡμᾶς. οὐ γὰρ ἐλάχιστον μέρος τὰ γένη ταῦτα συμ-
βάλλεται πρὸς εὐδαιμονίαν, ὅταν ἔχῃ κατὰ τρόπον ἡμῖν.
[80] οἱ μὲν τοίνυν Ἕλληνες οὕτως ἐπίστευον τοῖς κατ’
ἐκεῖνον τὸν χρόνον πολιτευομένοις, ὥστε τοὺς πλείστους
αὐτῶν ἑκόντας ἐγχειρίσαι τῇ πόλει σφᾶς αὐτούς· οἱ δὲ
βάρβαροι τοσοῦτον ἀπεῖχον τοῦ πολυπραγμονεῖν περὶ
τῶν Ἑλληνικῶν πραγμάτων, ὥστ’ οὔτε μακροῖς πλοίοις ἐπὶ
τάδε Φασήλιδος ἔπλεον οὔτε στρατοπέδοις ἐντὸς Ἅλυος
ποταμοῦ κατέβαινον, ἀλλὰ πολλὴν ἡσυχίαν ἦγον. [81] νῦν
δ’ εἰς τοῦτο τὰ πράγματα περιέστηκεν, ὥσθ’ οἱ μὲν
μισοῦσι τὴν πόλιν, οἱ δὲ καταφρονοῦσιν ἡμῶν. καὶ περὶ
μὲν τοῦ μίσους τῶν Ἑλλήνων αὐτῶν ἀκηκόατε τῶν στρατη-
γῶν· ὡς δὲ βασιλεὺς ἔχει πρὸς ἡμᾶς, ἐκ τῶν ἐπιστολῶν ὧν
ἔπεμψεν ἐδήλωσεν.

    [82] Ἔτι πρὸς τούτοις ὑπὸ μὲν ἐκείνης τῆς εὐταξίας
οὕτως ἐπαιδεύθησαν οἱ πολῖται πρὸς ἀρετήν, ὥστε σφᾶς
μὲν αὐτοὺς μὴ λυπεῖν, τοὺς δ’ εἰς τὴν χώραν εἰσβάλλοντας
ἅπαντας μαχόμενοι νικᾶν. ἡμεῖς δὲ τοὐναντίον· ἀλλή-
λοις μὲν γὰρ κακὰ παρέχοντες οὐδεμίαν ἡμέραν διαλεί-
πομεν, τῶν δὲ περὶ τὸν πόλεμον οὕτω κατημελήκαμεν,
ὥστ’ οὐδ’ εἰς ἐξετάσεις ἰέναι τολμῶμεν ἢν μὴ
λαμβάνωμεν ἀργύριον. [83] τὸ δὲ μέγιστον· τότε μὲν
οὐδεὶς ἦν τῶν πολιτῶν ἐνδεὴς τῶν ἀναγκαίων, οὐδὲ προσ-
αιτῶν τοὺς ἐντυγχάνοντας τὴν πόλιν κατῄσχυνε, νῦν δὲ
πλείους εἰσὶν οἱ σπανίζοντες τῶν ἐχόντων· οἷς ἄξιόν ἐστιν
πολλὴν συγγνώμην ἔχειν, εἰ μηδὲν τῶν κοινῶν φροντί-
ζουσιν, ἀλλὰ τοῦτο σκοποῦσιν ὁπόθεν τὴν ἀεὶ παροῦσαν
ἡμέραν διάξουσιν.

    [84] Ἐγὼ μὲν οὖν ἡγούμενος, ἢν μιμησώμεθα τοὺς προ-
γόνους, καὶ τῶν κακῶν ἡμᾶς τούτων ἀπαλλαγήσεσθαι καὶ
σωτῆρας οὐ μόνον τῆς πόλεως, ἀλλὰ καὶ τῶν Ἑλλήνων
ἁπάντων γενήσεσθαι, τήν τε πρόσοδον ἐποιησάμην καὶ
τοὺς λόγους εἴρηκα τούτους· ὑμεῖς δὲ πάντα λογισάμενοι
ταῦτα χειροτονεῖθ’ ὅ τι ἂν ὑμῖν δοκῇ μάλιστα συμφέρειν
τῇ πόλει.