Σώματα Κειμένων

Ανθολόγιο Αττικής Πεζογραφίας 

 

ΙΣΟΚΡΑΤΗΣ, ΑΡΕΟΠΑΓΙΤΙΚΟΣ

ΙΣΟΚΡ 7.50–55

(ΙΣΟΚΡ 7. Πίστις: §20–76): Οφέλη από τις αυξημένες αρμοδιότητες του Αρείου Πάγου κατά το παρελθόν και επιπτώσεις από τον περιορισμό της δύναμής του

    [50] Καὶ μηδεὶς οἰέσθω με δυσκόλως διακεῖσθαι πρὸς
τοὺς ταύτην ἔχοντας τὴν ἡλικίαν. οὔτε γὰρ ἡγοῦμαι
τούτους αἰτίους εἶναι τῶν γιγνομένων, σύνοιδά τε τοῖς
πλείστοις αὐτῶν ἥκιστα χαίρουσιν ταύτῃ τῇ καταστάσει,
δι’ ἣν ἔξεστιν αὐτοῖς ἐν ταῖς ἀκολασίαις ταύταις διατρί-
βειν· ὥστ’ οὐκ ἂν εἰκότως τούτοις ἐπιτιμῴην, ἀλλὰ πολὺ
δικαιότερον τοῖς ὀλίγῳ πρὸ ἡμῶν τὴν πόλιν διοικήσασιν·
[51] ἐκεῖνοι γὰρ ἦσαν οἱ προτρέψαντες ἐπὶ ταύτας τὰς
ὀλιγωρίας καὶ καταλύσαντες τὴν τῆς βουλῆς δύναμιν.
ἧς ἐπιστατούσης οὐ δικῶν οὐδ’ ἐγκλημάτων οὐδ’ εἰσφορῶν
οὐδὲ πενίας οὐδὲ πολέμων ἡ πόλις ἔγεμεν, ἀλλὰ καὶ πρὸς
ἀλλήλους ἡσυχίαν εἶχον καὶ πρὸς τοὺς ἄλλους ἅπαντας
εἰρήνην ἦγον. παρεῖχον γὰρ σφᾶς αὐτοὺς τοῖς μὲν
Ἕλλησιν πιστούς, τοῖς δὲ βαρβάροις φοβερούς· [52] τοὺς
μὲν γὰρ σεσωκότες ἦσαν, παρὰ δὲ τῶν δίκην τηλικαύ-
την εἰληφότες, ὥστ’ ἀγαπᾶν ἐκείνους εἰ μηδὲν ἔτι κακὸν
πάσχοιεν.

    Τοιγάρτοι διὰ ταῦτα μετὰ τοσαύτης ἀσφαλείας
διῆγον, ὥστε καλλίους εἶναι καὶ πολυτελεστέρας τὰς
οἰκήσεις καὶ τὰς κατασκευὰς τὰς ἐπὶ τῶν ἀγρῶν ἢ τὰς
ἐντὸς τείχους, καὶ πολλοὺς τῶν πολιτῶν μηδ’ εἰς τὰς
ἑορτὰς εἰς ἄστυ καταβαίνειν, ἀλλ’ αἱρεῖσθαι μένειν ἐπὶ
τοῖς ἰδίοις ἀγαθοῖς μᾶλλον ἢ τῶν κοινῶν ἀπολαύειν.
[53] οὐδὲ γὰρ τὰ περὶ τὰς θεωρίας, ὧν ἕνεκ’ ἄν τις ἦλθεν,
ἀσελγῶς οὐδ’ ὑπερηφάνως ἀλλὰ νοῦν ἐχόντως ἐποίουν.
οὐ γὰρ ἐκ τῶν πομπῶν οὐδ’ ἐκ τῶν περὶ τὰς χορηγίας
φιλονικιῶν οὐδ’ ἐκ τῶν τοιούτων ἀλαζονειῶν τὴν εὐδαι-
μονίαν ἐδοκίμαζον, ἀλλ’ ἐκ τοῦ σωφρόνως οἰκεῖν καὶ
τοῦ βίου τοῦ καθ’ ἡμέραν καὶ τοῦ μηδένα τῶν πολιτῶν
ἀπορεῖν τῶν ἐπιτηδείων.

    Ἐξ ὧνπερ χρὴ κρίνειν τοὺς ὡς ἀληθῶς εὖ πράτ-
τοντας καὶ μὴ φορτικῶς πολιτευομένους· [54] ἐπεὶ νῦν
γε τίς οὐκ ἂν ἐπὶ τοῖς γιγνομένοις τῶν εὖ φρονούντων
ἀλγήσειεν, ὅταν ἴδῃ πολλοὺς τῶν πολιτῶν αὐτοὺς
μὲν περὶ τῶν ἀναγκαίων, εἴθ’ ἕξουσιν εἴτε μή, πρὸ τῶν
δικαστηρίων κληρουμένους, τῶν δ’ Ἑλλήνων τοὺς
ἐλαύνειν τὰς ναῦς βουλομένους τρέφειν ἀξιοῦντας, καὶ
χορεύοντας μὲν ἐν χρυσοῖς ἱματίοις, χειμάζοντας δ’ ἐν
τοιούτοις ἐν οἷς οὐ βούλομαι λέγειν, καὶ τοιαύτας ἄλλας
ἐναντιώσεις περὶ τὴν διοίκησιν γιγνομένας, αἳ μεγάλην
αἰσχύνην τῇ πόλει ποιοῦσιν;

    [55] Ὧν οὐδὲν ἦν ἐπ’ ἐκείνης τῆς βουλῆς· ἀπήλλαξε
γὰρ τοὺς μὲν πένητας τῶν ἀποριῶν ταῖς ἐργασίαις καὶ
ταῖς παρὰ τῶν ἐχόντων ὠφελείαις, τοὺς δὲ νεωτέρους τῶν
ἀκολασιῶν τοῖς ἐπιτηδεύμασιν καὶ ταῖς αὑτῶν ἐπιμελείαις,
τοὺς δὲ πολιτευομένους τῶν πλεονεξιῶν ταῖς τιμωρίαις καὶ
τῷ μὴ λανθάνειν τοὺς ἀδικοῦντας, τοὺς δὲ πρεσβυτέρους
τῶν ἀθυμιῶν ταῖς τιμαῖς ταῖς πολιτικαῖς καὶ ταῖς παρὰ τῶν
νεωτέρων θεραπείαις. καίτοι πῶς ἂν γένοιτο ταύτης
πλείονος ἀξία πολιτεία, τῆς οὕτω καλῶς ἁπάντων τῶν
πραγμάτων ἐπιμεληθείσης;