[36] Ἴσως ἂν οὖν τις ἐπιτιμήσειεν τοῖς εἰρημένοις,
ὅτι τὰς μὲν πράξεις ἐπαινῶ τὰς ἐν ἐκείνοις τοῖς χρόνοις
γεγενημένας, τὰς δ’ αἰτίας οὐ φράζω, δι’ ἃς οὕτω καλῶς
καὶ τὰ πρὸς σφᾶς αὐτοὺς εἶχον καὶ τὴν πόλιν διῴκουν.
ἐγὼ δ’ οἶμαι μὲν εἰρηκέναι τι καὶ τοιοῦτον, οὐ μὴν ἀλλ’
ἔτι πλείω καὶ σαφέστερον πειράσομαι διαλεχθῆναι περὶ
αὐτῶν.
[37] Ἐκεῖνοι γὰρ οὐκ ἐν μὲν ταῖς παιδείαις πολλοὺς
τοὺς ἐπιστατοῦντας εἶχον, ἐπειδὴ δ’ εἰς ἄνδρας δοκι-
μασθεῖεν, ἐξῆν αὐτοῖς ποιεῖν ὅ τι βουληθεῖεν, ἀλλ’
ἐν ταύταις ταῖς ἀκμαῖς πλείονος ἐπιμελείας ἐτύγχανον
ἢ παῖδες ὄντες. οὕτω γὰρ ἡμῶν οἱ πρόγονοι σφόδρα
περὶ τὴν σωφροσύνην ἐσπούδαζον, ὥστε τὴν ἐξ Ἀρείου
πάγου βουλὴν ἐπέστησαν ἐπιμελεῖσθαι τῆς εὐκοσμίας,
ἧς οὐχ οἷόν τ’ ἦν μετασχεῖν πλὴν τοῖς καλῶς γεγονόσι
καὶ πολλὴν ἀρετὴν ἐν τῷ βίῳ καὶ σωφροσύνην ἐνδεδειγμέ-
νοις, ὥστ’ εἰκότως αὐτὴν διενεγκεῖν τῶν ἐν τοῖς Ἕλλησι
συνεδρίων. [38] σημείοις δ’ ἄν τις χρήσαιτο περὶ τῶν τότε
καθεστώτων καὶ τοῖς ἐν τῷ παρόντι γιγνομένοις· ἔτι γὰρ
καὶ νῦν ἁπάντων τῶν περὶ τὴν αἵρεσιν καὶ τὴν δοκιμασίαν
κατημελημένων ἴδοιμεν ἂν τοὺς ἐν τοῖς ἄλλοις πράγμασιν
οὐκ ἀνεκτοὺς ὄντας, ἐπειδὰν εἰς Ἄρειον πάγον ἀναβῶσιν,
ὀκνοῦντας τῇ φύσει χρῆσθαι καὶ μᾶλλον τοῖς ἐκεῖ νομίμοις
ἢ ταῖς αὑτῶν κακίαις ἐμμένοντας. τοσοῦτον φόβον ἐκεῖνοι
τοῖς πονηροῖς ἐνειργάσαντο, καὶ τοιοῦτο μνημεῖον ἐν τῷ
τόπῳ τῆς αὑτῶν ἀρετῆς καὶ σωφροσύνης ἐγκατέλιπον.
[39] Τὴν δὴ τοιαύτην, ὥσπερ εἶπον, κυρίαν ἐποίησαν
ἐπιμελεῖσθαι τῆς εὐταξίας, ἣ τοὺς μὲν οἰομένους ἐνταῦθα
βελτίστους ἄνδρας γίγνεσθαι, παρ’ οἷς οἱ νόμοι μετὰ
πλείστης ἀκριβείας κείμενοι τυγχάνουσιν, ἀγνοεῖν ἐνό-
μιζεν· οὐδὲν γὰρ ἂν κωλύειν ὁμοίους ἅπαντας εἶναι τοὺς
Ἕλληνας ἕνεκά γε τοῦ ῥᾴδιον εἶναι τὰ γράμματα λαβεῖν
παρ’ ἀλλήλων. [40] ἀλλὰ γὰρ οὐκ ἐκ τούτων τὴν ἐπίδοσιν
εἶναι τῆς ἀρετῆς, ἀλλ’ ἐκ τῶν καθ’ ἑκάστην τὴν ἡμέραν
ἐπιτηδευμάτων· τοὺς γὰρ πολλοὺς ὁμοίους τοῖς ἤθεσιν
ἀποβαίνειν, ἐν οἷς ἂν ἕκαστοι παιδευθῶσιν. ἔπειτα τά γε
πλήθη καὶ τὰς ἀκριβείας τῶν νόμων σημεῖον εἶναι τοῦ
κακῶς οἰκεῖσθαι τὴν πόλιν ταύτην· ἐμφράγματα γὰρ
αὐτοὺς ποιουμένους τῶν ἁμαρτημάτων πολλοὺς τίθεσθαι
τοὺς νόμους ἀναγκάζεσθαι. [41] δεῖν δὲ τοὺς ὀρθῶς
πολιτευομένους οὐ τὰς στοὰς ἐμπιπλάναι γραμμάτων,
ἀλλ’ ἐν ταῖς ψυχαῖς ἔχειν τὸ δίκαιον· οὐ γὰρ τοῖς
ψηφίσμασιν ἀλλὰ τοῖς ἤθεσιν καλῶς οἰκεῖσθαι τὰς πόλεις,
καὶ τοὺς μὲν κακῶς τεθραμμένους καὶ τοὺς ἀκριβῶς τῶν
νόμων ἀναγεγραμμένους τολμήσειν παραβαίνειν, τοὺς δὲ
καλῶς πεπαιδευμένους καὶ τοῖς ἁπλῶς κειμένοις ἐθελήσειν
ἐμμένειν. [42] ταῦτα διανοηθέντες οὐ τοῦτο πρῶτον
ἐσκόπουν, δι’ ὧν κολάσουσι τοὺς ἀκοσμοῦντας, ἀλλ’ ἐξ
ὧν παρασκευάσουσι μηδὲν αὐτοὺς ἄξιον ζημίας ἐξα-
μαρτάνειν· ἡγοῦντο γὰρ τοῦτο μὲν αὑτῶν ἔργον εἶναι, τὸ
δὲ περὶ τὰς τιμωρίας σπουδάζειν τοῖς ἐχθροῖς προσήκειν.
[43] Ἁπάντων μὲν οὖν ἐφρόντιζον τῶν πολιτῶν, μά-
λιστα δὲ τῶν νεωτέρων. ἑώρων γὰρ τοὺς τηλικούτους
ταραχωδέστατα διακειμένους καὶ πλείστων γέμοντας
ἐπιθυμιῶν, καὶ τὰς ψυχὰς αὐτῶν μάλιστα παιδευθῆναι
δεομένας ἐπιμελείαις καλῶν ἐπιτηδευμάτων καὶ πόνοις
ἡδονὰς ἔχουσιν· ἐν μόνοις γὰρ ἂν τούτοις ἐμμεῖναι τοὺς
ἐλευθέρως τεθραμμένους καὶ μέγα φρονεῖν εἰθισμένους.
[44] Ἅπαντας μὲν οὖν ἐπὶ τὰς αὐτὰς ἄγειν διατριβὰς
οὐχ οἷόν τ’ ἦν, ἀνωμάλως τὰ περὶ τὸν βίον ἔχοντας·
ὡς δὲ πρὸς τὴν οὐσίαν ἥρμοττεν, οὕτως ἑκάστοις προσέ-
ταττον. τοὺς μὲν γὰρ ὑποδεέστερον πράττοντας ἐπὶ τὰς
γεωργίας καὶ τὰς ἐμπορίας ἔτρεπον, εἰδότες τὰς ἀπορίας
μὲν διὰ τὰς ἀργίας γιγνομένας, τὰς δὲ κακουργίας διὰ
τὰς ἀπορίας· [45] ἀναιροῦντες οὖν τὴν ἀρχὴν τῶν κακῶν
ἀπαλλάξειν ᾤοντο καὶ τῶν ἄλλων ἁμαρτημάτων τῶν μετ’
ἐκείνην γιγνομένων. τοὺς δὲ βίον ἱκανὸν κεκτημένους
περί τε τὴν ἱππικὴν καὶ τὰ γυμνάσια καὶ τὰ κυνηγέσια
καὶ τὴν φιλοσοφίαν ἠνάγκασαν διατρίβειν, ὁρῶντες ἐκ
τούτων τοὺς μὲν διαφέροντας γιγνομένους, τοὺς δὲ τῶν
πλείστων κακῶν ἀπεχομένους.
[46] Καὶ ταῦτα νομοθετήσαντες οὐδὲ τὸν λοιπὸν
χρόνον ὠλιγώρουν, ἀλλὰ διελόμενοι τὴν μὲν πόλιν
κατὰ κώμας τὴν δὲ χώραν κατὰ δήμους ἐθεώρουν
τὸν βίον τὸν ἑκάστου, καὶ τοὺς ἀκοσμοῦντας ἀνῆγον
εἰς τὴν βουλήν. ἡ δὲ τοὺς μὲν ἐνουθέτει, τοῖς δ’
ἠπείλει, τοὺς δ’ ὡς προσῆκεν ἐκόλαζεν. ἠπίσταν-
το γὰρ ὅτι δύο τρόποι τυγχάνουσιν ὄντες οἱ καὶ
προτρέποντες ἐπὶ τὰς ἀδικίας καὶ παύοντες τῶν πονη-
ριῶν· [47] παρ’ οἷς μὲν γὰρ μήτε φυλακὴ μηδεμία τῶν
τοιούτων καθέστηκεν μήθ’ αἱ κρίσεις ἀκριβεῖς εἰσι,
παρὰ τούτοις μὲν διαφθείρεσθαι καὶ τὰς ἐπιεικεῖς τῶν
φύσεων, ὅπου δὲ μήτε λαθεῖν τοῖς ἀδικοῦσιν ῥᾴδιόν ἐστι
μήτε φανεροῖς γενομένοις συγγνώμης τυχεῖν, ἐνταῦθα
δ’ ἐξιτήλους γίγνεσθαι τὰς κακοηθείας. ἅπερ ἐκεῖνοι
γιγνώσκοντες ἀμφοτέροις κατεῖχον τοὺς πολίτας, καὶ ταῖς
τιμωρίαις καὶ ταῖς ἐπιμελείαις· τοσούτου γὰρ ἔδεον
αὐτοὺς λανθάνειν οἱ κακόν τι δεδρακότες, ὥστε καὶ τοὺς
ἐπιδόξους ἁμαρτήσεσθαί τι προῃσθάνοντο. [48] τοιγαροῦν οὐκ
ἐν τοῖς σκιραφείοις οἱ νεώτεροι διέτριβον, οὐδ’ ἐν ταῖς
αὐλητρίσιν, οὐδ’ ἐν τοῖς τοιούτοις συλλόγοις ἐν οἷς νῦν
διημερεύουσιν, ἀλλ’ ἐν τοῖς ἐπιτηδεύμασιν ἔμενον ἐν οἷς
ἐτάχθησαν, θαυμάζοντες καὶ ζηλοῦντες τοὺς ἐν τούτοις
πρωτεύοντας. οὕτω δ’ ἔφευγον τὴν ἀγοράν, ὥστ’ εἰ καί
ποτε διελθεῖν ἀναγκασθεῖεν, μετὰ πολλῆς αἰδοῦς καὶ
σωφροσύνης ἐφαίνοντο τοῦτο ποιοῦντες. [49] ἀντειπεῖν
δὲ τοῖς πρεσβυτέροις ἢ λοιδορήσασθαι δεινότερον ἐνόμιζον
ἢ νῦν περὶ τοὺς γονέας ἐξαμαρτεῖν. ἐν καπηλείῳ δὲ
φαγεῖν ἢ πιεῖν οὐδεὶς οὐδ’ ἂν οἰκέτης ἐπιεικὴς ἐτόλμη-
σεν. σεμνύνεσθαι γὰρ ἐμελέτων, ἀλλ’ οὐ βωμολοχεύεσθαι·
καὶ τοὺς εὐτραπέλους δὲ καὶ τοὺς σκώπτειν δυναμένους,
οὓς νῦν εὐφυεῖς προσαγορεύουσιν, ἐκεῖνοι δυστυχεῖς
ἐνόμιζον.
|