Σώματα Κειμένων

Ανθολόγιο Αττικής Πεζογραφίας 

 

ΙΣΟΚΡΑΤΗΣ, ΑΡΕΟΠΑΓΙΤΙΚΟΣ

ΙΣΟΚΡ 7.15–19

(ΙΣΟΚΡ 7) Πρόθεσις: Η ανάγκη επιστροφής στις πατρογονικές μορφές πολιτειακής οργάνωσης

    [15] Ὑπὲρ ἧς ἐγὼ καὶ τοὺς λόγους μέλλω ποιεῖσθαι καὶ
τὴν πρόσοδον ἀπεγραψάμην. [16] εὑρίσκω γὰρ ταύτην μόνην
ἂν γενομένην καὶ τῶν μελλόντων κινδύνων ἀποτροπὴν καὶ
τῶν παρόντων κακῶν ἀπαλλαγήν, ἢν ἐθελήσωμεν ἐκείνην
τὴν δημοκρατίαν ἀναλαβεῖν, ἣν Σόλων μὲν ὁ δημοτικώτατος
γενόμενος ἐνομοθέτησε, Κλεισθένης δ’ ὁ τοὺς τυράννους
ἐκβαλὼν καὶ τὸν δῆμον καταγαγὼν πάλιν ἐξ ἀρχῆς κατέ-
στησεν. [17] ἧς οὐκ ἂν εὕροιμεν οὔτε δημοτικωτέραν
οὔτε τῇ πόλει μᾶλλον συμφέρουσαν. τεκμήριον δὲ μέγιστον·
οἱ μὲν γὰρ ἐκείνῃ χρώμενοι, πολλὰ καὶ καλὰ διαπραξάμενοι
καὶ παρὰ πᾶσιν ἀνθρώποις εὐδοκιμήσαντες, παρ’ ἑκόντων
τῶν Ἑλλήνων τὴν ἡγεμονίαν ἔλαβον, οἱ δὲ τῆς νῦν παρού-
σης ἐπιθυμήσαντες, ὑπὸ πάντων μισηθέντες καὶ πολλὰ
καὶ δεινὰ παθόντες, μικρὸν ἀπέλιπον τοῦ μὴ ταῖς ἐσχάταις
συμφοραῖς περιπεσεῖν. [18] καίτοι πῶς χρὴ ταύτην τὴν
πολιτείαν ἐπαινεῖν ἢ στέργειν τὴν τοσούτων μὲν κακῶν
αἰτίαν πρότερον γενομένην, νῦν δὲ καθ’ ἕκαστον τὸν
ἐνιαυτὸν ἐπὶ τὸ χεῖρον φερομένην; πῶς δ’ οὐ χρὴ δεδιέναι
μὴ τοιαύτης ἐπιδόσεως γιγνομένης τελευτῶντες εἰς
τραχύτερα πράγματα τῶν τότε γενομένων ἐξοκείλωμεν;

    [19] Ἵνα δὲ μὴ συλλήβδην μόνον ἀκηκοότες, ἀλλ’ ἀκριβῶς
εἰδότες ποιῆσθε καὶ τὴν αἵρεσιν καὶ τὴν κρίσιν αὐτῶν,
ὑμέτερον μὲν ἔργον ἐστὶ παρασχεῖν ὑμᾶς αὐτοὺς προσ-
έχοντας τὸν νοῦν τοῖς ὑπ’ ἐμοῦ λεγομένοις, ἐγὼ δ’ ὡς ἂν
δύνωμαι συντομώτατα περὶ ἀμφοτέρων τούτων πειράσομαι
διελθεῖν πρὸς ὑμᾶς.