Σώματα Κειμένων

Ανθολόγιο Αττικής Πεζογραφίας 

 

ΙΣΑΙΟΣ, ΠΕΡΙ ΤΟΥ ΚΛΕΩΝΥΜΟΥ ΚΛΗΡΟΥ

ΙΣΑΙΟΣ 1.1–8

Προοίμιον: Οι πραγματικοί κληρονόμοι και η απληστία των εναγομένων
Ο ομιλητής είναι ανιψιός του Κλεώνυμου και μαζί με τα αδέλφια του διεκδικούν την περιουσία που ο θείος τους άφησε με διαθήκη σε κάποιους άλλους, λιγότερο στενούς συγγενείς του, τους Ποσείδιππο, Σίμωνα και Φερένικο. Οι ενάγοντες δεν αμφισβητούν τη γνησιότητα της διαθήκης, αλλά επικαλούνται τη βούληση του θείου τους για ακύρωσή της, επιθυμία που δεν πρόλαβε να ικανοποιήσει πριν από τον θάνατό του.

    [1] Πολλὴ μὲν ἡ μεταβολή μοι γέγονεν, ὦ ἄνδρες, τελευ-
τήσαντος Κλεωνύμου. ἐκεῖνος γὰρ ζῶν μὲν ἡμῖν κατέλειπε
τὴν οὐσίαν, ἀποθανὼν δὲ κινδυνεύειν περὶ αὐτῆς πεποίηκε.
καὶ τότε μὲν οὕτως ὑπ’ αὐτοῦ σωφρόνως ἐπαιδευόμεθα,
ὥστ’ οὐδὲ ἀκροασόμενοι οὐδέποτ’ ἤλθομεν ἐπὶ δικαστή-
ριον, νῦν δὲ ἀγωνιούμενοι περὶ πάντων ἥκομεν τῶν ὑπαρ-
χόντων· οὐ γὰρ τῶν Κλεωνύμου μόνον ἀμφισβητοῦσιν ἀλλὰ
καὶ τῶν πατρῴων, ὀφείλειν ἐπὶ τούτοις <ἡμᾶς> ἐκείνῳ φά-
σκοντες ἀργύριον. [2] καὶ οἱ μὲν οἰκεῖοι καὶ οἱ προσήκοντες
[ἐπὶ τούτοις] οἱ τούτων ἀξιοῦσιν ἡμᾶς καὶ τῶν ὁμολογου-
μένων, ὧν Κλεώνυμος κατέλιπεν, αὐτοῖς τούτων ἰσομοιρῆ-
σαι· οὗτοι δὲ εἰς τοῦτο ἥκουσιν ἀναισχυντίας, ὥστε καὶ τὰ
πατρῷα προσαφελέσθαι ζητοῦσιν ἡμᾶς, οὐκ ἀγνοοῦντες, ὦ
ἄνδρες, τὸ δίκαιον, ἀλλὰ πολλὴν ἡμῶν ἐρημίαν καταγνόντες.

    [3] Σκέψασθε γὰρ οἷς ἑκάτεροι πιστεύοντες ὡς ὑμᾶς εἰσελη-
λύθαμεν· οὗτοι μὲν διαθήκαις ἰσχυριζόμενοι τοιαύταις, ἃς
ἐκεῖνος διέθετο μὲν οὐχ ἡμῖν ἐγκαλῶν ἀλλ’ ὀργισθεὶς τῶν
οἰκείων τινὶ τῶν ἡμετέρων, ἔλυσε δὲ πρὸ τοῦ θανάτου, πέμ-
ψας Ποσείδιππον ἐπὶ τὴν ἀρχήν· [4] ἡμεῖς δὲ γένει μὲν ἐγγυτάτω
προσήκοντες, χρώμενοι δὲ ἐκείνῳ πάντων οἰκειότατα, δεδω-
κότων δ’ ἡμῖν καὶ τῶν νόμων κατὰ τὴν ἀγχιστείαν καὶ αὐτοῦ
τοῦ Κλεωνύμου διὰ τὴν φιλίαν τὴν ὑπάρχουσαν αὐτῷ, ἔτι δὲ
Πολυάρχου, τοῦ πατρὸς <τοῦ> Κλεωνύμου, πάππου δ’ ἡμε-
τέρου, προστάξαντος, εἴ τι πάθοι Κλεώνυμος ἄπαις, ἡμῖν
δοῦναι τὰ αὑτοῦ. [5] τοσούτων τοίνυν ἡμῖν ὑπαρχόντων οὗτοι,
καὶ συγγενεῖς ὄντες καὶ οὐδὲν δίκαιον εἰπεῖν ἔχοντες, οὐκ
αἰσχύνονται καταστήσαντες ἡμᾶς εἰς ἀγῶνα περὶ τούτων,
περὶ ὧν αἰσχρὸν ἦν ἀμφισβητῆσαι καὶ τοῖς μηδὲν προσήκου-
σιν. [6] οὐχ ὁμοίως δέ μοι δοκοῦμεν, ὦ ἄνδρες, διακεῖσθαι πρὸς
ἀλλήλους. ἐγὼ μὲν γὰρ οὐχ ὅτι ἀδίκως κινδυνεύω, τοῦθ’
ἡγοῦμαι μέγιστον εἶναι τῶν παρόντων κακῶν, ἀλλ’ ὅτι
ἀγωνίζομαι πρὸς οἰκείους, οὓς οὐδ’ ἀμύνεσθαι καλῶς ἔχει·
οὐ γὰρ ἂν ἐλάττω συμφορὰν ἡγησαίμην κακῶς ποιεῖν
τούτους ἀμυνόμενος, οἰκείους ὄντας, ἢ κακῶς παθεῖν ἐξ
ἀρχῆς ὑπὸ τούτων. [7] οὗτοι δ’ οὐ τοιαύτην ἔχουσι τὴν γνώμην,
ἀλλ’ ἥκουσιν ἐφ’ ἡμᾶς καὶ τοὺς φίλους παρακαλέσαντες
καὶ ῥήτορας παρασκευασάμενοι καὶ οὐδὲν ἀπολείποντες
τῆς αὑτῶν δυνάμεως, ὥσπερ, ὦ ἄνδρες, ἐχθροὺς τιμωρησό-
μενοι, καὶ οὐκ ἀναγκαίους καὶ συγγενεῖς κακῶς ποιήσοντες.
[8] τὴν μὲν οὖν τούτων ἀναισχυντίαν καὶ τὴν αἰσχροκέρδειαν
ἔτι μᾶλλον γνώσεσθε, ἐπειδὰν πάντων ἀκούσητε· ὅθεν δ’
οἶμαι τάχιστ’ ἂν ὑμᾶς μαθεῖν περὶ ὧν ἀμφισβητοῦμεν,
ἐντεῦθεν ἄρξομαι διδάσκειν.