Σώματα Κειμένων

Ανθολόγιο Αττικής Πεζογραφίας 

 

ΘΟΥΚΥΔΙΔΗΣ, ΙΣΤΟΡΙΑΙ

ΘΟΥΚ 7.51.1–7.54.1

Eπίθεση των Συρακουσίων – Νίκη τους στη θάλασσα
Μετά την ήττα του αθηναϊκού στρατεύματος στις Επιπολές (βλ. ΘΟΥΚ 7.42.1–7.45.2) ο στρατηγός Δημοσθένης πρότεινε αποχώρηση από τη Σικελία· όμως, εξαιτίας της άρνησης και της αναβλητικότητας του Νικία χάθηκε πολύτιμος χρόνος, τον οποίο εκμεταλλεύτηκαν οι Συρακούσιοι για την ενίσχυση του στρατεύματός τους. Μάλιστα, μετά από μία έκλειψη της σελήνης στα τέλη Αυγούστου οι μάντεις συμβούλευσαν αναβολή της επικείμενης αναχώρησης για είκοσι επτά ημέρες.

    [7.51.1] Οἱ δὲ Συρακόσιοι καὶ αὐτοὶ τοῦτο πυθόμενοι πολλῷ μᾶλ-
λον ἐπηρμένοι ἦσαν μὴ ἀνιέναι τὰ τῶν Ἀθηναίων, ὡς καὶ
αὐτῶν κατεγνωκότων ἤδη μηκέτι κρεισσόνων εἶναι σφῶν
μήτε ταῖς ναυσὶ μήτε τῷ πεζῷ (οὐ γὰρ ἂν τὸν ἔκπλουν
ἐπιβουλεῦσαι), καὶ ἅμα οὐ βουλόμενοι αὐτοὺς ἄλλοσέ ποι
τῆς Σικελίας καθεζομένους χαλεπωτέρους εἶναι προσπολε-
μεῖν, ἀλλ’ αὐτοῦ ὡς τάχιστα καὶ ἐν ᾧ σφίσι ξυμφέρει
ἀναγκάσαι αὐτοὺς ναυμαχεῖν. [7.51.2] τὰς οὖν ναῦς ἐπλήρουν καὶ
ἀνεπειρῶντο ἡμέρας ὅσαι αὐτοῖς ἐδόκουν ἱκαναὶ εἶναι.
ἐπειδὴ δὲ καιρὸς ἦν, τῇ μὲν προτέρᾳ πρὸς τὰ τείχη τῶν
Ἀθηναίων προσέβαλλον, καὶ ἐπεξελθόντος μέρους τινὸς οὐ
πολλοῦ καὶ τῶν ὁπλιτῶν καὶ τῶν ἱππέων κατά τινας πύλας
ἀπολαμβάνουσί τε τῶν ὁπλιτῶν τινὰς καὶ τρεψάμενοι κατα-
διώκουσιν· οὔσης δὲ στενῆς τῆς ἐσόδου οἱ Ἀθηναῖοι ἵππους
τε ἑβδομήκοντα ἀπολλύασι καὶ τῶν ὁπλιτῶν οὐ πολλούς.

    [7.52.1] Καὶ ταύτῃ μὲν τῇ ἡμέρᾳ ἀπεχώρησεν ἡ στρατιὰ τῶν
Συρακοσίων· τῇ δ’ ὑστεραίᾳ ταῖς τε ναυσὶν ἐκπλέουσιν
οὔσαις ἓξ καὶ ἑβδομήκοντα καὶ τῷ πεζῷ ἅμα πρὸς τὰ τείχη
ἐχώρουν. οἱ δ’ Ἀθηναῖοι ἀντανῆγον ναυσὶν ἓξ καὶ ὀγδοή-
κοντα καὶ προσμείξαντες ἐναυμάχουν. [7.52.2] καὶ τὸν Εὐρυμέδοντα
ἔχοντα τὸ δεξιὸν κέρας τῶν Ἀθηναίων καὶ βουλόμενον
περικλῄσασθαι τὰς ναῦς τῶν ἐναντίων καὶ ἐπεξάγοντα τῷ
πλῷ πρὸς τὴν γῆν μᾶλλον, νικήσαντες οἱ Συρακόσιοι καὶ οἱ
ξύμμαχοι τὸ μέσον πρῶτον τῶν Ἀθηναίων ἀπολαμβάνουσι
κἀκεῖνον ἐν τῷ κοίλῳ καὶ μυχῷ τοῦ λιμένος καὶ αὐτόν τε
διαφθείρουσι καὶ τὰς μετ’ αὐτοῦ ναῦς ἐπισπομένας· ἔπειτα
δὲ καὶ τὰς πάσας ἤδη ναῦς τῶν Ἀθηναίων κατεδίωκόν τε
καὶ ἐξεώθουν ἐς τὴν γῆν.

    [7.53.1] Ὁ δὲ Γύλιππος ὁρῶν τὰς ναῦς τῶν πολεμίων νικωμένας
καὶ ἔξω τῶν σταυρωμάτων καὶ τοῦ ἑαυτῶν στρατοπέδου
καταφερομένας, βουλόμενος διαφθείρειν τοὺς ἐκβαίνοντας καὶ
τὰς ναῦς ῥᾷον τοὺς Συρακοσίους ἀφέλκειν τῆς γῆς φιλίας
οὔσης, παρεβοήθει ἐπὶ τὴν χηλὴν μέρος τι ἔχων τῆς στρατιᾶς.
οὔσης, παρεβοήθει ἐπὶ τὴν χηλὴν μέρος τι ἔχων τῆς στρατιᾶς.
[7.53.2] καὶ αὐτοὺς οἱ Τυρσηνοί (οὗτοι γὰρ ἐφύλασσον τοῖς Ἀθηναίοις
ταύτῃ) ὁρῶντες ἀτάκτως προσφερομένους, ἐπεκβοηθήσαντες
καὶ προσπεσόντες τοῖς πρώτοις τρέπουσι καὶ ἐσβάλλουσιν
ἐς τὴν λίμνην τὴν Λυσιμέλειαν καλουμένην. [7.53.3] ὕστερον δὲ
πλέονος ἤδη τοῦ στρατεύματος παρόντος τῶν Συρακοσίων
καὶ ξυμμάχων καὶ οἱ Ἀθηναῖοι ἐπιβοηθήσαντες καὶ δείσαντες
περὶ ταῖς ναυσὶν ἐς μάχην τε κατέστησαν πρὸς αὐτοὺς καὶ
νικήσαντες ἐπεδίωξαν καὶ ὁπλίτας τε οὐ πολλοὺς ἀπέκτειναν
καὶ τὰς ναῦς τὰς μὲν πολλὰς διέσωσάν τε καὶ ξυνήγαγον
κατὰ τὸ στρατόπεδον, δυοῖν δὲ δεούσας εἴκοσιν οἱ Συρακόσιοι
καὶ οἱ ξύμμαχοι ἔλαβον αὐτῶν καὶ τοὺς ἄνδρας πάντας
ἀπέκτειναν. [7.53.4] καὶ ἐπὶ τὰς λοιπὰς ἐμπρῆσαι βουλόμενοι
ὁλκάδα παλαιὰν κληματίδων καὶ δᾳδὸς γεμίσαντες (ἦν γὰρ
ἐπὶ τοὺς Ἀθηναίους ὁ ἄνεμος οὔριος) ἀφεῖσαν [τὴν ναῦν] πῦρ
ἐμβαλόντες. καὶ οἱ Ἀθηναῖοι δείσαντες περὶ ταῖς ναυσὶν
ἀντεμηχανήσαντό τε σβεστήρια κωλύματα καὶ παύσαντες
τήν τε φλόγα καὶ τὸ μὴ προσελθεῖν ἐγγὺς τὴν ὁλκάδα
τοῦ κινδύνου ἀπηλλάγησαν. [7.54.1] μετὰ δὲ τοῦτο Συρακόσιοι
μὲν τῆς τε ναυμαχίας τροπαῖον ἔστησαν καὶ τῆς ἄνω τῆς
πρὸς τῷ τείχει ἀπολήψεως τῶν ὁπλιτῶν, ὅθεν καὶ τοὺς
ἵππους ἔλαβον, Ἀθηναῖοι δὲ ἧς τε οἱ Τυρσηνοὶ τροπῆς
ἐποιήσαντο τῶν πεζῶν ἐς τὴν λίμνην καὶ ἧς αὐτοὶ τῷ ἄλλῳ
στρατοπέδῳ.