Σώματα Κειμένων

Ανθολόγιο Αττικής Πεζογραφίας 

 

ΘΟΥΚΥΔΙΔΗΣ, ΙΣΤΟΡΙΑΙ

ΘΟΥΚ 2.34.1–2.34.8

(ΘΟΥΚ 2.34.1–2.46.2: Ο Επιτάφιος του Περικλή) Η τελετή των επιταφίων – Γιατί επελέγη ως ομιλητής ο Περικλής
Οι Αθηναίοι επιδόθηκαν στη λεηλασία διαφόρων περιοχών της Πελοποννήσου, ενώ εκτόπισαν τους Αιγινήτες από το νησί τους. Μετά τη λήξη των εχθροπραξιών του πρώτου έτους του Πελοποννησιακού Πολέμου (431 π.Χ.) ο Περικλής εκφωνεί προς τιμή των πεσόντων επιτάφιο λόγο, όπου βρίσκει την ευκαιρία να εγκωμιάσει το αθηναϊκό πολίτευμα.

    [2.34.1] Ἐν δὲ τῷ αὐτῷ χειμῶνι Ἀθηναῖοι τῷ πατρίῳ νόμῳ χρώ-
μενοι δημοσίᾳ ταφὰς ἐποιήσαντο τῶν ἐν τῷδε τῷ πολέμῳ
πρώτων ἀποθανόντων τρόπῳ τοιῷδε. [2.34.2] τὰ μὲν ὀστᾶ προτί-
θενται τῶν ἀπογενομένων πρότριτα σκηνὴν ποιήσαντες, καὶ
ἐπιφέρει τῷ αὑτοῦ ἕκαστος ἤν τι βούληται· [2.34.3] ἐπειδὰν δὲ ἡ
ἐκφορὰ ᾖ, λάρνακας κυπαρισσίνας ἄγουσιν ἅμαξαι, φυλῆς
ἑκάστης μίαν· ἔνεστι δὲ τὰ ὀστᾶ ἧς ἕκαστος ἦν φυλῆς.
μία δὲ κλίνη κενὴ φέρεται ἐστρωμένη τῶν ἀφανῶν, οἳ ἂν
μὴ εὑρεθῶσιν ἐς ἀναίρεσιν. [2.34.4] ξυνεκφέρει δὲ ὁ βουλόμενος
καὶ ἀστῶν καὶ ξένων, καὶ γυναῖκες πάρεισιν αἱ προσήκουσαι
ἐπὶ τὸν τάφον ὀλοφυρόμεναι. [2.34.5] τιθέασιν οὖν ἐς τὸ δημόσιον
σῆμα, ὅ ἐστιν ἐπὶ τοῦ καλλίστου προαστείου τῆς πόλεως,
καὶ αἰεὶ ἐν αὐτῷ θάπτουσι τοὺς ἐκ τῶν πολέμων, πλήν γε
τοὺς ἐν Μαραθῶνι· ἐκείνων δὲ διαπρεπῆ τὴν ἀρετὴν κρίναντες
αὐτοῦ καὶ τὸν τάφον ἐποίησαν. [2.34.6] ἐπειδὰν δὲ κρύψωσι γῇ,
ἀνὴρ ᾑρημένος ὑπὸ τῆς πόλεως, ὃς ἂν γνώμῃ τε δοκῇ μὴ
ἀξύνετος εἶναι καὶ ἀξιώσει προήκῃ, λέγει ἐπ’ αὐτοῖς ἔπαινον
τὸν πρέποντα· [2.34.7] μετὰ δὲ τοῦτο ἀπέρχονται. ὧδε μὲν θάπτουσιν·
καὶ διὰ παντὸς τοῦ πολέμου, ὁπότε ξυμβαίη αὐτοῖς, ἐχρῶντο
τῷ νόμῳ. [2.34.8] ἐπὶ δ’ οὖν τοῖς πρώτοις τοῖσδε Περικλῆς ὁ Ξαν-
θίππου ᾑρέθη λέγειν. καὶ ἐπειδὴ καιρὸς ἐλάμβανε, προελθὼν
ἀπὸ τοῦ σήματος ἐπὶ βῆμα ὑψηλὸν πεποιημένον, ὅπως ἀκού-
οιτο ὡς ἐπὶ πλεῖστον τοῦ ὁμίλου, ἔλεγε τοιάδε.