Σώματα Κειμένων

Ανθολόγιο Αττικής Πεζογραφίας 

 

ΑΝΤΙΦΩΝ, ΠΕΡΙ ΤΟΥ ΗΡΩΔΟΥ ΦΟΝΟΥ

ΑΝΤΙΦ 5.74–80

Ο κατηγορούμενος υποστηρίζει ότι ο πατέρας του δεν ενεπλάκη στην αποστασία της Μυτιλήνης
Ο Ευξίθεος επέμεινε στην πλήρη άγνοιά του σχετικά με τη δολοφονία του Ηρώδη, προσπάθησε να ανατρέψει τα σχετικά επιχειρήματα των αντιπάλων του και ζήτησε εξονυχιστική έρευνα, ώστε να αποδειχθεί η αλήθεια. Στην πίστιν–ἀπόδειξιν , λίγο πριν φτάσει στον ἐπίλογον (5.85–96), ο κατηγορούμενος περνά στην πολιτική διάσταση της υπόθεσης, αντικρούοντας τις κατηγορίες όσων υποστήριζαν ότι ο πατέρας του, πλούσιος Μυτιληναίος, ήταν από τους πρωτεργάτες στη γνωστή αποστασία του νησιού από την αθηναϊκή συμμαχία (428 π.Χ.).

    [74] Δεῖ δέ με καὶ ὑπὲρ τοῦ πατρὸς ἀπολογήσασθαι.
καίτοι γε πολλῷ μᾶλλον εἰκὸς ἦν ἐκεῖνον ὑπὲρ ἐμοῦ
ἀπολογήσασθαι, πατέρα ὄντα· ὁ μὲν γὰρ πολλῷ πρεσβύ-
τερός ἐστι τῶν ἐμῶν πραγμάτων, ἐγὼ δὲ πολλῷ νεώτερος
τῶν ἐκείνῳ πεπραγμένων. καὶ εἰ μὲν ἐγὼ τούτου ἀγωνι-
ζομένου κατεμαρτύρουν ἃ μὴ σαφῶς ᾔδη, ἀκοῇ δὲ ἠπιστά-
μην, δεινὰ ἂν ἔφη πάσχειν ὑπ’ ἐμοῦ· [75] νῦν δὲ ἀναγκάζων
ἐμὲ ἀπολογεῖσθαι ὧν ἐγὼ πολλῷ νεώτερός εἰμι καὶ λόγῳ
οἶδα, ταῦτα οὐ δεινὰ ἡγεῖται εἰργάσθαι. ὅμως μέντοι
καθ’ ὅσον ἐγὼ οἶδα, οὐ προδώσω τὸν πατέρα κακῶς
ἀκούοντα ἐν ὑμῖν ἀδίκως. καίτοι τάχ’ ἂν σφαλείην, ἃ
ἐκεῖνος ὀρθῶς ἔργῳ ἔπραξε, ταῦτ’ ἐγὼ λόγῳ μὴ ὀρθῶς
εἰπών· ὅμως δ’ οὖν κεκινδυνεύσεται.

    [76] Πρὶν μὲν γὰρ τὴν ἀπόστασιν τὴν Μυτιληναίων
γενέσθαι, ἔργῳ τὴν εὔνοιαν ἐδείκνυε τὴν εἰς ὑμᾶς· ἐπειδὴ
δὲ ἡ πόλις ὅλη κακῶς ἐβουλεύσατο ἀποστᾶσα καὶ ἥμαρτε
[τῆς ὑμετέρας γνώμης], μετὰ τῆς πόλεως ὅλης ἠναγκάσθη
συνεξαμαρτεῖν. τὴν μὲν οὖν γνώμην ἔτι καὶ ἐν ἐκείνοις
ὅμοιος ἦν εἰς ὑμᾶς, τὴν δὲ εὔνοιαν οὐκέτι ἦν ἐπ’ ἐκείνῳ
τὴν αὐτὴν εἰς ὑμᾶς παρέχειν. οὔτε γὰρ ἐκλιπεῖν τὴν πόλιν
εὐρόπως εἶχεν αὐτῷ· ἱκανὰ γὰρ ἦν τὰ ἐνέχυρα ἃ εἴχετο
αὐτοῦ, οἵ τε παῖδες καὶ τὰ χρήματα· τοῦτο δ’ αὖ μένοντι
πρὸς τὴν πόλιν αὐτῷ ἀδυνάτως εἶχεν ἰσχυρίζεσθαι.
[77] ἐπεὶ δ’ ὑμεῖς τοὺς αἰτίους τούτων ἐκολάσατε, ἐν οἷς οὐκ
ἐφαίνετο ὢν ὁ ἐμὸς πατήρ, τοῖς δ’ ἄλλοις Μυτιληναίοις
ἄδειαν ἐδώκατε οἰκεῖν τὴν σφετέραν αὐτῶν, οὐκ ἔστιν ὅ τι
ὕστερον αὐτῷ ἡμάρτηται [τῷ ἐμῷ πατρί], οὐδ’ ὅ τι οὐ
πεποίηται τῶν δεόντων, οὐδ’ ἧς τινος λῃτουργίας ἡ πόλις
ἐνδεὴς γεγένηται, οὔτε ἡ ὑμετέρα οὔτε ἡ Μυτιληναίων,
ἀλλὰ καὶ χορηγίας χορηγεῖ καὶ τέλη κατατίθησιν. [78] εἰ δ’ ἐν
Αἴνῳ χωροφιλεῖ, τοῦτο <ποιεῖ> οὐκ ἀποστερῶν γε τῶν εἰς
τὴν πόλιν ἑαυτὸν οὐδενὸς οὐδ’ ἑτέρας πόλεως πολίτης
γεγενημένος, ὥσπερ ἑτέρους ὁρῶ, τοὺς μὲν εἰς τὴν ἤπει-
ρον ἰόντας καὶ οἰκοῦντας ἐν τοῖς πολεμίοις τοῖς ὑμετέροις,
<τοὺς δὲ> καὶ δίκας ἀπὸ ξυμβόλων ὑμῖν δικαζομένους,
οὐδὲ φεύγων τὸ πλῆθος τὸ ὑμέτερον, τοὺς δ’ οἵους ὑμεῖς
μισῶν συκοφάντας.

    [79] Ἃ μὲν οὖν μετὰ τῆς πόλεως ὅλης ἀνάγκῃ μᾶλλον ἢ
γνώμῃ ἔπραξεν, τούτων οὐ δίκαιός ἐστιν ὁ ἐμὸς πατὴρ ἰδίᾳ
δίκην διδόναι. ἅπασι γὰρ Μυτιληναίοις ἀείμνηστος ἡ τότε
ἁμαρτία γεγένηται· ἠλλάξαντο μὲν γὰρ πολλῆς εὐδαιμο-
νίας πολλὴν κακοδαιμονίαν, ἐπεῖδον δὲ τὴν ἑαυτῶν
πατρίδα ἀνάστατον γενομένην. ἃ δὲ ἰδίᾳ οὗτοι διαβάλ-
λουσι τὸν ἐμὸν πατέρα, μὴ πείθεσθε· χρημάτων γὰρ ἕνεκα
ἡ πᾶσα παρασκευὴ γεγένηται ἐπ’ ἐμοὶ κἀκείνῳ. πολλὰ δ’
ἐστὶ τὰ συμβαλλόμενα τοῖς βουλομένοις τῶν ἀλλοτρίων
ἐφίεσθαι. γέρων μὲν ἐκεῖνος ὥστ’ ἐμοὶ βοηθεῖν, νεώτερος
δ’ ἐγὼ πολλῷ ἢ ὥστε δύνασθαι ἐμαυτῷ τιμωρεῖν ἱκανῶς.
[80] ἀλλ’ ὑμεῖς βοηθήσατέ μοι, καὶ μὴ διδάσκετε τοὺς συκο-
φάντας μεῖζον ὑμῶν αὐτῶν δύνασθαι. ἐὰν μὲν γὰρ εἰσ-
ιόντες εἰς ὑμᾶς ἃ βούλονται πράσσωσι, δεδειγμένον
ἔσται τούτους μὲν πείθειν, τὸ δ’ ὑμέτερον πλῆθος φεύ-
γειν· ἐὰν δὲ εἰσιόντες εἰς ὑμᾶς πονηροὶ μὲν αὐτοὶ δοκῶσιν
εἶναι, πλέον δ’ αὐτοῖς μηδὲν γένηται, ὑμετέρα ἡ τιμὴ καὶ
ἡ δύναμις ἔσται, ὥσπερ καὶ τὸ δίκαιον ἔχει. ὑμεῖς οὖν ἐμοί
τε βοηθεῖτε καὶ τῷ δικαίῳ.