Σώματα Κειμένων

Ανθολόγιο Αττικής Πεζογραφίας 

 

ΘΟΥΚΥΔΙΔΗΣ, ΙΣΤΟΡΙΑΙ

ΘΟΥΚ 1.26.3–1.30.4

(ΘΟΥΚ 1.24.1–1.55.2: Τα "Κερκυραϊκά") Οι Κερκυραίοι πολιορκούν την Επίδαμνο – Ήττα των Κορινθίων από τους Κερκυραίους και παράδοση της Επιδάμνου

    [1.26.3] Κερκυραῖοι δὲ ἐπειδὴ ᾔσθοντο τούς τε οἰκήτορας καὶ φρου-
ροὺς ἥκοντας ἐς τὴν Ἐπίδαμνον τήν τε ἀποικίαν Κορινθίοις
δεδομένην, ἐχαλέπαινον· καὶ πλεύσαντες εὐθὺς πέντε καὶ
εἴκοσι ναυσὶ καὶ ὕστερον ἑτέρῳ στόλῳ τούς τε φεύγοντας
ἐκέλευον κατ’ ἐπήρειαν δέχεσθαι αὐτούς (ἦλθον γὰρ ἐς τὴν
Κέρκυραν οἱ τῶν Ἐπιδαμνίων φυγάδες, τάφους τε ἀποδεικ-
νύντες καὶ ξυγγένειαν, ἣν προϊσχόμενοι ἐδέοντο σφᾶς κατ-
άγειν) τούς τε φρουροὺς οὓς Κορίνθιοι ἔπεμψαν καὶ τοὺς
οἰκήτορας ἀποπέμπειν. [1.26.4] οἱ δὲ Ἐπιδάμνιοι οὐδὲν αὐτῶν ὑπ-
ήκουσαν, ἀλλὰ στρατεύουσιν ἐπ’ αὐτοὺς οἱ Κερκυραῖοι
τεσσαράκοντα ναυσὶ μετὰ τῶν φυγάδων ὡς κατάξοντες,
καὶ τοὺς Ἰλλυριοὺς προσλαβόντες. [1.26.5] προσκαθεζόμενοι δὲ
τὴν πόλιν προεῖπον Ἐπιδαμνίων τε τὸν βουλόμενον καὶ
τοὺς ξένους ἀπαθεῖς ἀπιέναι· εἰ δὲ μή, ὡς πολεμίοις χρή-
σεσθαι. ὡς δ’ οὐκ ἐπείθοντο, οἱ μὲν Κερκυραῖοι (ἔστι δ’
ἰσθμὸς τὸ χωρίον) ἐπολιόρκουν τὴν πόλιν, [1.27.1] Κορίνθιοι δ’, ὡς
αὐτοῖς ἐκ τῆς Ἐπιδάμνου ἦλθον ἄγγελοι ὅτι πολιορκοῦνται,
παρεσκευάζοντο στρατείαν, καὶ ἅμα ἀποικίαν ἐς τὴν Ἐπί-
δαμνον ἐκήρυσσον ἐπὶ τῇ ἴσῃ καὶ ὁμοίᾳ τὸν βουλόμενον
ἰέναι· εἰ δέ τις τὸ παραυτίκα μὲν μὴ ἐθέλει ξυμπλεῖν, μετ-
έχειν δὲ βούλεται τῆς ἀποικίας, πεντήκοντα δραχμὰς κατα-
θέντα Κορινθίας μένειν. ἦσαν δὲ καὶ οἱ πλέοντες πολλοὶ
καὶ οἱ τἀργύριον καταβάλλοντες. [1.27.2] ἐδεήθησαν δὲ καὶ τῶν
Μεγαρέων ναυσὶ σφᾶς ξυμπροπέμψαι, εἰ ἄρα κωλύοιντο ὑπὸ
Κερκυραίων πλεῖν· οἱ δὲ παρεσκευάζοντο αὐτοῖς ὀκτὼ ναυσὶ
ξυμπλεῖν, καὶ Παλῆς Κεφαλλήνων τέσσαρσιν. καὶ Ἐπι-
δαυρίων ἐδεήθησαν, οἳ παρέσχον πέντε, Ἑρμιονῆς δὲ μίαν
καὶ Τροιζήνιοι δύο, Λευκάδιοι δὲ δέκα καὶ Ἀμπρακιῶται
ὀκτώ. Θηβαίους δὲ χρήματα ᾔτησαν καὶ Φλειασίους, Ἠλείους
δὲ ναῦς τε κενὰς καὶ χρήματα. αὐτῶν δὲ Κορινθίων νῆες
παρεσκευάζοντο τριάκοντα καὶ τρισχίλιοι ὁπλῖται.

    [1.28.1] Ἐπειδὴ δὲ ἐπύθοντο οἱ Κερκυραῖοι τὴν παρασκευήν,
ἐλθόντες ἐς Κόρινθον μετὰ Λακεδαιμονίων καὶ Σικυωνίων
πρέσβεων, οὓς παρέλαβον, ἐκέλευον Κορινθίους τοὺς ἐν
Ἐπιδάμνῳ φρουρούς τε καὶ οἰκήτορας ἀπάγειν, ὡς οὐ μετὸν
αὐτοῖς Ἐπιδάμνου. [1.28.2] εἰ δέ τι ἀντιποιοῦνται, δίκας ἤθελον
δοῦναι ἐν Πελοποννήσῳ παρὰ πόλεσιν αἷς ἂν ἀμφότεροι
ξυμβῶσιν· ὁποτέρων δ’ ἂν δικασθῇ εἶναι τὴν ἀποικίαν,
τούτους κρατεῖν. ἤθελον δὲ καὶ τῷ ἐν Δελφοῖς μαντείῳ
ἐπιτρέψαι. [1.28.3] πόλεμον δὲ οὐκ εἴων ποιεῖν· εἰ δὲ μή, καὶ
αὐτοὶ ἀναγκασθήσεσθαι ἔφασαν, ἐκείνων βιαζομένων, φί-
λους ποιεῖσθαι οὓς οὐ βούλονται ἑτέρους τῶν νῦν ὄντων
μᾶλλον ὠφελίας ἕνεκα. [1.28.4] οἱ δὲ Κορίνθιοι ἀπεκρίναντο αὐτοῖς,
ἢν τάς τε ναῦς καὶ τοὺς βαρβάρους ἀπὸ Ἐπιδάμνου ἀπαγά-
γωσι, βουλεύσεσθαι· πρότερον δ’ οὐ καλῶς ἔχειν τοὺς μὲν
πολιορκεῖσθαι, αὐτοὺς δὲ δικάζεσθαι. [1.28.5] Κερκυραῖοι δὲ ἀντ-
έλεγον, ἢν καὶ ἐκεῖνοι τοὺς ἐν Ἐπιδάμνῳ ἀπαγάγωσι, ποιήσειν
ταῦτα· ἑτοῖμοι δὲ εἶναι καὶ ὥστε ἀμφοτέρους μένειν κατὰ
χώραν, σπονδὰς δὲ ποιήσασθαι ἕως ἂν ἡ δίκη γένηται.
[1.29.1] Κορίνθιοι δὲ οὐδὲν τούτων ὑπήκουον, ἀλλ’ ἐπειδὴ πλήρεις
αὐτοῖς ἦσαν αἱ νῆες καὶ οἱ ξύμμαχοι παρῆσαν, προπέμψαντες
κήρυκα πρότερον πόλεμον προεροῦντα Κερκυραίοις, ἄραντες
ἑβδομήκοντα ναυσὶ καὶ πέντε δισχιλίοις τε ὁπλίταις ἔπλεον
ἐπὶ τὴν Ἐπίδαμνον Κερκυραίοις ἐναντία πολεμήσοντες·
[1.29.2] ἐστρατήγει δὲ τῶν μὲν νεῶν Ἀριστεὺς ὁ Πελλίχου καὶ
Καλλικράτης ὁ Καλλίου καὶ Τιμάνωρ ὁ Τιμάνθους, τοῦ δὲ
πεζοῦ Ἀρχέτιμός τε ὁ Εὐρυτίμου καὶ Ἰσαρχίδας ὁ Ἰσάρχου.
[1.29.3] ἐπειδὴ δ’ ἐγένοντο ἐν Ἀκτίῳ τῆς Ἀνακτορίας γῆς, οὗ τὸ
ἱερὸν τοῦ Ἀπόλλωνός ἐστιν, ἐπὶ τῷ στόματι τοῦ Ἀμπρακικοῦ
κόλπου, οἱ Κερκυραῖοι κήρυκά τε προὔπεμψαν αὐτοῖς ἐν ἀκα-
τίῳ ἀπεροῦντα μὴ πλεῖν ἐπὶ σφᾶς καὶ τὰς ναῦς ἅμα ἐπλήρουν,
ζεύξαντές τε τὰς παλαιὰς ὥστε πλωίμους εἶναι καὶ τὰς ἄλλας
ἐπισκευάσαντες. [1.29.4] ὡς δὲ ὁ κῆρύξ τε ἀπήγγειλεν οὐδὲν εἰρη-
ναῖον παρὰ τῶν Κορινθίων καὶ αἱ νῆες αὐτοῖς ἐπεπλήρωντο
οὖσαι ὀγδοήκοντα (τεσσαράκοντα γὰρ Ἐπίδαμνον ἐπολιόρ-
κουν), ἀνταναγαγόμενοι καὶ παραταξάμενοι ἐναυμάχησαν· [1.29.5] καὶ
ἐνίκησαν οἱ Κερκυραῖοι παρὰ πολὺ καὶ ναῦς πέντε καὶ δέκα
διέφθειραν τῶν Κορινθίων. τῇ δὲ αὐτῇ ἡμέρᾳ αὐτοῖς ξυνέβη
καὶ τοὺς τὴν Ἐπίδαμνον πολιορκοῦντας παραστήσασθαι ὁμο-
λογίᾳ ὥστε τοὺς μὲν ἐπήλυδας ἀποδόσθαι, Κορινθίους δὲ
δήσαντας ἔχειν ἕως ἂν ἄλλο τι δόξῃ. [1.30.1] μετὰ δὲ τὴν ναυμα-
χίαν οἱ Κερκυραῖοι τροπαῖον στήσαντες ἐπὶ τῇ Λευκίμμῃ
τῆς Κερκυραίας ἀκρωτηρίῳ τοὺς μὲν ἄλλους οὓς ἔλαβον
αἰχμαλώτους ἀπέκτειναν, Κορινθίους δὲ δήσαντες εἶχον.
[1.30.2] ὕστερον δέ, ἐπειδὴ οἱ Κορίνθιοι καὶ οἱ ξύμμαχοι ἡσσημένοι
ταῖς ναυσὶν ἀνεχώρησαν ἐπ’ οἴκου, τῆς θαλάσσης ἁπάσης
ἐκράτουν τῆς κατ’ ἐκεῖνα τὰ χωρία οἱ Κερκυραῖοι, καὶ πλεύ-
σαντες ἐς Λευκάδα τὴν Κορινθίων ἀποικίαν τῆς γῆς ἔτεμον
καὶ Κυλλήνην τὸ Ἠλείων ἐπίνειον ἐνέπρησαν, ὅτι ναῦς καὶ
χρήματα παρέσχον Κορινθίοις. [1.30.3] τοῦ τε χρόνου τὸν πλεῖστον
μετὰ τὴν ναυμαχίαν ἐπεκράτουν τῆς θαλάσσης καὶ τοὺς τῶν
Κορινθίων ξυμμάχους ἐπιπλέοντες ἔφθειρον, μέχρι οὗ Κορίν-
θιοι περιιόντι τῷ θέρει πέμψαντες ναῦς καὶ στρατιάν, ἐπεὶ
σφῶν οἱ ξύμμαχοι ἐπόνουν, ἐστρατοπεδεύοντο ἐπὶ Ἀκτίῳ
καὶ περὶ τὸ Χειμέριον τῆς Θεσπρωτίδος φυλακῆς ἕνεκα τῆς
τε Λευκάδος καὶ τῶν ἄλλων πόλεων ὅσαι σφίσι φίλιαι ἦσαν.
[1.30.4] ἀντεστρατοπεδεύοντο δὲ καὶ οἱ Κερκυραῖοι ἐπὶ τῇ Λευκίμμῃ
ναυσί τε καὶ πεζῷ. ἐπέπλεον δὲ οὐδέτεροι ἀλλήλοις, ἀλλὰ
τὸ θέρος τοῦτο ἀντικαθεζόμενοι χειμῶνος ἤδη ἀνεχώρησαν
ἐπ’ οἴκου ἑκάτεροι.