Σώματα Κειμένων

Ανθολόγιο Αττικής Πεζογραφίας 

 

ΔΗΜΟΣΘΕΝΗΣ, ΥΠΕΡ ΜΕΓΑΛΟΠΟΛΙΤΩΝ

ΔΗΜ 16.27–32

(ΔΗΜ 16. Πίστις §6–31) Αξιώσεις των Αθηναίων απέναντι στους Αρκάδες και τους Λακεδαιμονίους – Ἐπίλογος (§32): Το συμφέρον επιβάλλει τη βοήθεια προς τους Μεγαλοπολίτες

    [27] Λέγουσι τοίνυν οἱ μάλιστα δοκοῦντες δίκαια λέγειν ὡς
δεῖ τὰς στήλας καθελεῖν αὐτοὺς τὰς πρὸς Θηβαίους, εἴπερ
ἡμέτεροι βεβαίως ἔσονται σύμμαχοι. οἱ δέ φασι μὲν αὑτοῖς
οὐ[κ εἶναι] στήλας, ἀλλὰ τὸ συμφέρον εἶναι τὸ ποιοῦν τὴν
φιλίαν, τοὺς δὲ βοηθοῦντας ἑαυτοῖς, τούτους νομίζειν εἶναι
συμμάχους. ἐγὼ δ’, εἰ τὰ μάλιστ’ εἰσὶ τοιοῦτοι, ὡδί πως
ἔχω. φημὶ δεῖν ἅμα τούτους ἀξιοῦν καθαιρεῖν τὰς στήλας
καὶ Λακεδαιμονίους ἄγειν εἰρήνην, ἐὰν δὲ μὴ ’θέλωσι ποιεῖν
ὁπότεροι ταῦτα, τότ’ ἤδη μετὰ τῶν ἐθελόντων ἡμᾶς γίγνεσθαι.
[28] εἴτε γὰρ εἰρήνης γιγνομένης αὐτοῖς οἱ Μεγαλοπολῖται τῆς
Θηβαίων συμμαχίας ἕξονται, φανεροὶ πᾶσιν ἔσονται τὴν
πλεονεξίαν τὴν Θηβαίων, οὐ τὸ δίκαιον αἱρούμενοι· εἴτε
συμμάχους ἡμᾶς ἀδόλως τῶν Μεγαλοπολιτῶν ποιουμένων μὴ
’θελήσουσιν ἄγειν εἰρήνην οἱ Λακεδαιμόνιοι, δῆλοι δήπου
πᾶσιν ἔσονται, οὐχ ἵνα Θεσπιαὶ κατοικισθῶσι ποιούμενοι τὴν
σπουδήν, ἀλλ’ ἵνα τοῦ πολέμου περιεστηκότος Θηβαίοις τὴν
Πελοπόννησον ὑφ’ αὑτοῖς ποιήσωνται. [29] θαυμάζω δ’ ἐνίων,
εἰ τὸ μὲν Θηβαίων συμμάχους εἶναι τοὺς Λακεδαιμονίων
ἐχθροὺς φοβοῦνται, εἰ δὲ καταστρέψονται Λακεδαιμόνιοι
τούτους, μηδὲν ἡγοῦνται φοβερόν, καὶ ταῦτ’ ἔργῳ πεῖραν
ἡμῖν δεδωκότος τοῦ χρόνου ὅτι Θηβαῖοι μὲν τούτοις συμ-
μάχοις ἐπὶ Λακεδαιμονίους ἀεὶ χρῶνται, Λακεδαιμόνιοι δ’ ὅτ’
εἶχον αὐτούς, ἐφ’ ἡμᾶς ἐχρῶντο.

    [30] Οἶμαι τοίνυν ἔγωγε κἀκεῖν’ ἐνθυμεῖσθαι δεῖν, ὅτι μὴ
προσδεξαμένων μὲν ὑμῶν τοὺς Μεγαλοπολίτας, ἐὰν μὲν
ἀναιρεθῶσι καὶ διοικισθῶσιν, ἰσχυροῖς Λακεδαιμονίοις ἔστιν
εὐθὺς εἶναι, ἐὰν δὲ σωθῶσιν ἄρα, ὡς ἤδη τι καὶ παρ’ ἐλπίδας
ἐξέβη, βέβαιοι σύμμαχοι Θηβαίων δικαίως ἔσονται· ἂν δὲ
προσδέξησθε, τούτοις μὲν ὑπάρξει ἤδη σωθῆναι δι’ ὑμᾶς, τὸ
δὲ συμβησόμενον, τὸν τοῦ κινδύνου λογισμὸν μετενεγκόντες,
σκοπῶμεν ἐπὶ Θηβαίων καὶ Λακεδαιμονίων. [31] ἂν μὲν τοίνυν
καταπολεμηθῶσιν οἱ Θηβαῖοι, ὥσπερ αὐτοὺς δεῖ, οὐκ ἔσον-
ται μείζους τοῦ δέοντος οἱ Λακεδαιμόνιοι, τούτους ἔχοντες
ἀντιπάλους τοὺς Ἀρκάδας ἐγγὺς οἰκοῦντας· ἂν δ’ ἀνενέγκω-
σιν ἄρ’ οἱ Θηβαῖοι καὶ σωθῶσιν, ἀλλ’ οὖν ἀσθενέστεροί γ’
ἔσονται, ἡμῖν συμμάχων γεγενημένων τῶνδε καὶ δι’ ἡμᾶς
σεσωμένων. ὥστε πανταχῇ συμφέρει μήτε προέσθαι τοὺς
Ἀρκάδας μήτε δι’ αὑτούς, ἂν ἄρα σωθῶσι, περιγεγονέναι
δοκεῖν, μηδὲ δι’ ἄλλους τινάς, ἀλλὰ δι’ ὑμᾶς.

    [32] Ἐγὼ μὲν οὖν, ὦ ἄνδρες Ἀθηναῖοι, μὰ τοὺς θεοὺς οὔτε
φιλῶν οὐδετέρους οὔτε μισῶν ἰδίᾳ εἴρηκα, ἀλλ’ ἃ νομίζω
συμφέρειν ὑμῖν· καὶ παραινῶ μὴ προέσθαι Μεγαλοπολίτας,
μηδ’ ἄλλον ἁπλῶς μηδένα τῶν ἐλαττόνων τῷ μείζονι.