Σώματα Κειμένων

Ανθολόγιο Αττικής Πεζογραφίας 

 

ΑΝΔΟΚΙΔΗΣ, ΠΕΡΙ ΤΩΝ ΜΥΣΤΗΡΙΩΝ

ΑΝΔΟΚ 1.140–150

Έκκληση για ευνοϊκή ετυμηγορία των δικαστών – Ἐπίλογος: Τι διακυβεύεται
Στην πίστιν ο Ανδοκίδης προσπάθησε να αποδείξει ότι το ψήφισμα του Ισοτιμίδη, στο οποίο βασίστηκε η κατηγορία με την οποία οδηγήθηκε στην παρούσα δίκη, είχε καταργηθεί και ήταν άκυρο. Αφού ανασκεύασε τις υπόλοιπες κατηγορίες και αποκάλυψε τα αληθινά κίνητρα των κατηγορουμένων, φτάνει στον ἐπίλογον (1.146–150).

    [140] Καὶ μὲν δὴ καὶ τάδε ὑμῖν ἄξιον, ὦ ἄνδρες, ἐνθυμηθῆ-
ναι, ὅτι νυνὶ πᾶσι τοῖς Ἕλλησιν ἄνδρες ἄριστοι καὶ εὐβου-
λότατοι δοκεῖτε γεγενῆσθαι, οὐκ ἐπὶ τιμωρίαν τραπόμενοι
τῶν γεγενημένων, ἀλλ’ ἐπὶ σωτηρίαν τῆς πόλεως καὶ
ὁμόνοιαν τῶν πολιτῶν. συμφοραὶ μὲν γὰρ ἤδη καὶ ἄλλοις
πολλοῖς ἐγένοντο οὐκ ἐλάττους ἢ καὶ ἡμῖν· τὸ δὲ τὰς
γενομένας διαφορὰς πρὸς ἀλλήλους θέσθαι καλῶς, τοῦτ’
εἰκότως δὴ δοκεῖ ἀνδρῶν ἀγαθῶν καὶ σωφρόνων ἔργον
εἶναι. ἐπειδὴ τοίνυν παρὰ πάντων ὁμολογουμένως ταῦθ’
ὑμῖν ὑπάρχει, καὶ εἴ τις φίλος ὢν τυγχάνει καὶ εἴ τις
ἐχθρός, μὴ μεταγνῶτε, μηδὲ βούλεσθε τὴν πόλιν ἀπο-
στερῆσαι ταύτης τῆς δόξης, μηδὲ αὐτοὶ δοκεῖν τύχῃ ταῦτα
μᾶλλον ἢ γνώμῃ ψηφίσασθαι.

    [141] Δέομαι οὖν ἁπάντων <ὑμῶν> περὶ ἐμοῦ τὴν αὐτὴν
γνώμην ἔχειν, ἥνπερ καὶ περὶ τῶν ἐμῶν προγόνων, ἵνα
κἀμοὶ ἐγγένηται ἐκείνους μιμήσασθαι, ἀναμνησθέντας
αὐτῶν ὅτι ὅμοιοι τοῖς πλείστων καὶ μεγίστων ἀγαθῶν
αἰτίοις τῇ πόλει γεγένηνται, πολλῶν ἕνεκα σφᾶς αὐτοὺς
παρέχοντες τοιούτους, μάλιστα δὲ τῆς εἰς ὑμᾶς εὐνοίας,
καὶ ὅπως, εἴ ποτέ τις αὐτοῖς ἢ τῶν ἐξ ἐκείνων τινὶ κίνδυ-
νος γένοιτο ἢ συμφορά, σῴζοιντο συγγνώμης παρ’ ὑμῶν
τυγχάνοντες. [142] εἰκότως δ’ ἂν αὐτῶν μεμνῇσθε· καὶ γὰρ τῇ
πόλει ἁπάσῃ αἱ τῶν ὑμετέρων προγόνων ἀρεταὶ πλείστου
ἄξιαι ἐγένοντο. ἐπειδὴ γάρ, ὦ ἄνδρες, αἱ νῆες διεφθάρησαν,
πολλῶν βουλομένων τὴν πόλιν ἀνηκέστοις συμφοραῖς
περιβαλεῖν, Λακεδαιμόνιοι ἔγνωσαν ὅμως τότε ἐχθροὶ
ὄντες σῴζειν τὴν πόλιν διὰ τὰς ἐκείνων τῶν ἀνδρῶν ἀρε-
τάς, οἳ ὑπῆρξαν τῆς ἐλευθερίας ἁπάσῃ τῇ Ἑλλάδι. [143] ἐπειδὴ
τοίνυν καὶ ἡ πόλις ἐσώθη δημοσίᾳ διὰ τὰς τῶν προγόνων
τῶν ὑμετέρων ἀρετάς, ἀξιῶ κἀμοὶ διὰ τὰς τῶν προγόνων
τῶν ἐμῶν ἀρετὰς σωτηρίαν γενέσθαι. καὶ γὰρ αὐτῶν τῶν
ἔργων, δι’ ἅπερ ἡ πόλις ἐσώθη, οὐκ ἐλάχιστον μέρος οἱ ἐμοὶ
πρόγονοι συνεβάλοντο· ὧν ἕνεκα καὶ ἐμοὶ δίκαιον ὑμᾶς
μεταδοῦναι τῆς σωτηρίας, ἧσπερ καὶ αὐτοὶ παρὰ τῶν Ἑλ-
λήνων ἐτύχετε.

    [144] Σκέψασθε τοίνυν καὶ τάδε, ἄν με σώσητε, οἷον ἕξετε
πολίτην· ὃς πρῶτον μὲν ἐκ πολλοῦ πλούτου, ὅσον ὑμεῖς ἴστε,
οὐ δι’ ἐμαυτὸν ἀλλὰ διὰ τὰς τῆς πόλεως συμφορὰς εἰς
πενίαν πολλὴν καὶ ἀπορίαν κατέστην, ἔπειτα δὲ καινὸν βίον
ἠργασάμην ἐκ τοῦ δικαίου, τῇ γνώμῃ καὶ τοῖν χεροῖν τοῖν
ἐμαυτοῦ· ἔτι δὲ εἰδότα μὲν οἷόν ἐστι πόλεως τοιαύτης πολί-
την εἶναι, εἰδότα δὲ οἷόν ἐστι ξένον εἶναι καὶ μέτοικον ἐν τῇ
τῶν πλησίον, [145] ἐπιστάμενον δὲ οἷον τὸ σωφρονεῖν καὶ ὀρθῶς
βουλεύεσθαι, ἐπιστάμενον δ’ οἷον τὸ ἁμαρτόντα πρᾶξαι
κακῶς, πολλοῖς συγγενόμενος καὶ πλείστων πειραθείς,
ἀφ’ ὧν ἐμοὶ ξενίαι καὶ φιλότητες πρὸς πολλοὺς καὶ βασι-
λέας καὶ πόλεις καὶ ἄλλους ἰδίᾳ ξένους γεγένηνται, ὧν ἐμὲ
σώσαντες μεθέξετε, καὶ ἔσται ὑμῖν χρῆσθαι τούτοις, ὅπου
ἂν ἐν καιρῷ τι ὑμῖν γίγνηται.

    [146] Ἔχει δὲ καὶ ὑμῖν, ὦ ἄνδρες, οὕτως· ἐάν με νυνὶ διαφθεί-
ρητε, οὐκ ἔστιν ὑμῖν ἔτι λοιπὸς τοῦ γένους τοῦ ἡμετέρου
οὐδείς, ἀλλ’ οἴχεται πᾶν πρόρριζον. καίτοι οὐκ ὄνειδος ὑμῖν
ἐστιν ἡ Ἀνδοκίδου καὶ Λεωγόρου οἰκία οὖσα, ἀλλὰ πολὺ
μᾶλλον τότ’ ἦν ὄνειδος, ὅτ’ ἐμοῦ φεύγοντος Κλεοφῶν αὐτὴν
ὁ λυροποιὸς ᾤκει. οὐ γὰρ ἔστιν ὅστις πώποτε ὑμῶν παριὼν
τὴν οἰκίαν τὴν ἡμετέραν ἀνεμνήσθη ἢ ἰδίᾳ τι ἢ δημοσίᾳ
κακὸν παθὼν ὑπ’ ἐκείνων, [147] οἳ πλείστας μὲν στρατηγήσαν-
τες στρατηγίας πολλὰ τρόπαια τῶν πολεμίων καὶ κατὰ
γῆν καὶ κατὰ θάλατταν ὑμῖν ἀπέδειξαν, πλείστας δὲ
ἄλλας ἀρχὰς ἄρξαντες καὶ χρήματα διαχειρίσαντες τὰ
ὑμέτερα οὐδένα πώποτε ὦφλον, οὐδ’ ἡμάρτηται οὐδὲν
οὔτε ἡμῖν εἰς ὑμᾶς οὔτε ὑμῖν εἰς ἡμᾶς, οἰκία δὲ πασῶν
ἀρχαιοτάτη καὶ κοινοτάτη ἀεὶ τῷ δεομένῳ. οὐδ’ ἔστιν
ὅπου ἐκείνων τις τῶν ἀνδρῶν καταστὰς εἰς ἀγῶνα ἀπῄ-
τησεν ὑμᾶς χάριν τούτων τῶν ἔργων. [148] μὴ τοίνυν, εἰ αὐτοὶ
τεθνᾶσι, καὶ περὶ τῶν πεπραγμένων αὐτοῖς ἐπιλάθησθε,
ἀλλ’ ἀναμνησθέντες τῶν ἔργων νομίσατε τὰ σώματα
αὐτῶν ὁρᾶν αἰτουμένων ἐμὲ παρ’ ὑμῶν σῶσαι. τίνα γὰρ
καὶ ἀναβιβάσωμαι δεησόμενον ὑπὲρ ἐμαυτοῦ; τὸν πατέ-
ρα; ἀλλὰ τέθνηκεν. ἀλλὰ τοὺς ἀδελφούς; ἀλλ’ οὐκ εἰσίν.
[149] ἀλλὰ τοὺς παῖδας; ἀλλ’ οὔπω γεγένηνται. ὑμεῖς τοίνυν
καὶ ἀντὶ πατρὸς ἐμοὶ καὶ ἀντὶ ἀδελφῶν καὶ ἀντὶ παίδων
γένεσθε· εἰς ὑμᾶς καταφεύγω καὶ ἀντιβολῶ καὶ ἱκετεύω·
ὑμεῖς με παρ’ ὑμῶν αὐτῶν αἰτησάμενοι σώσατε, καὶ μὴ
βούλεσθε Θετταλοὺς καὶ Ἀνδρίους πολίτας ποιεῖσθαι δι’
ἀπορίαν ἀνδρῶν, τοὺς δὲ ὄντας πολίτας ὁμολογουμένως,
οἷς προσήκει ἀνδράσιν ἀγαθοῖς εἶναι καὶ βουλόμενοι
δυνήσονται, τούτους δὲ ἀπόλλυτε. μὴ δῆτα. ἔπειτα καὶ
ταῦθ’ ὑμῶν δέομαι, εὖ ποιῶν ὑμᾶς ὑφ’ ὑμῶν τιμᾶσθαι.
ὥστ’ ἐμοὶ μὲν πειθόμενοι οὐκ ἀποστερεῖσθε εἴ τι ἐγὼ
δυνήσομαι ὑμᾶς εὖ ποιεῖν· ἐὰν δὲ τοῖς ἐχθροῖς τοῖς ἐμοῖς
πεισθῆτε, οὐδ’ ἂν ὑστέρῳ χρόνῳ ὑμῖν μεταμελήσῃ, οὐδὲν
ἔτι πλέον ποιήσετε. [150] μὴ τοίνυν μήθ’ ὑμᾶς αὐτοὺς τῶν ἀπ’
ἐμοῦ ἐλπίδων ἀποστερήσητε μήτ’ ἐμὲ τῶν εἰς ὑμᾶς.

    Ἀξιῶ δ’ ἔγωγε τούτους οἵτινες ὑμῖν ἀρετῆς ἤδη τῆς
μεγίστης εἰς τὸ πλῆθος τὸ ὑμέτερον ἔλεγχον ἔδοσαν,
ἀναβάντας ἐνταυθοῖ συμβουλεύειν ὑμῖν ἃ γιγνώσκουσι
περὶ ἐμοῦ. δεῦρο Ἄνυτε, Κέφαλε, ἔτι δὲ καὶ οἱ φυλέται οἱ
ᾑρημένοι μοι συνδικεῖν, Θράσυλλος καὶ οἱ ἄλλοι.