Σώματα Κειμένων

Ανθολόγιο Αττικής Πεζογραφίας 

 

ΑΝΔΟΚΙΔΗΣ, ΠΕΡΙ ΤΩΝ ΜΥΣΤΗΡΙΩΝ

ΑΝΔΟΚ 1.36–45

Πώς ενεπλάκη στην υπόθεση ο Ανδοκίδης
Ο Ανδοκίδης διηγήθηκε τα γεγονότα του 415 π.Χ. και, επικαλούμενος τους καταλόγους με τα ονόματα όσων είχαν κατηγορηθεί αρχικά για τον ακρωτηριασμό των ερμαϊκών στηλών και τη διακωμώδηση των Ελευσινίων Μυστηρίων (στην πρώτη και δεύτερη διήγησιν αντίστοιχα), προσπάθησε στις να αποδείξει ότι δεν ενεπλάκη σε αυτά ούτε ως μηνυτής ούτε ως κατηγορούμενος, παρά μόνο μετά την καταγγελία του Διοκλείδη. Και συνεχίζει:

    [36] Ἐπειδὴ δὲ ταῦτα ἐγένετο, Πείσανδρος καὶ Χαρικλῆς,
ὄντες μὲν τῶν ζητητῶν, δοκοῦντες δ’ ἐν ἐκείνῳ τῷ χρόνῳ
εὐνούστατοι εἶναι τῷ δήμῳ, ἔλεγον ὡς εἴη τὰ ἔργα τὰ γε-
γενημένα οὐκ ὀλίγων ἀνδρῶν ἀλλ’ ἐπὶ τῇ τοῦ δήμου κατα-
λύσει, καὶ χρῆναι ἐπιζητεῖν καὶ μὴ παύσασθαι. καὶ ἡ πόλις
οὕτω διέκειτο, ὥστ’ ἐπειδὴ τὴν βουλὴν εἰς τὸ βουλευτήριον
ὁ κῆρυξ ἀνείποι ἰέναι καὶ τὸ σημεῖον καθέλοι, τῷ αὐτῷ
σημείῳ ἡ μὲν βουλὴ εἰς τὸ βουλευτήριον ᾔει, οἱ δ’ ἐκ τῆς
ἀγορᾶς ἔφευγον, δεδιότες εἷς ἕκαστος μὴ συλληφθείη.

    [37] Ἐπαρθεὶς οὖν τοῖς τῆς πόλεως κακοῖς εἰσαγγέλλει
Διοκλείδης εἰς τὴν βουλήν, φάσκων εἰδέναι τοὺς περικό-
ψαντας τοὺς Ἑρμᾶς, καὶ εἶναι αὐτοὺς εἰς τριακοσίους· ὡς
δ’ ἴδοι καὶ περιτύχοι τῷ πράγματι, ἔλεγε. καὶ τούτοις, ὦ
ἄνδρες, δέομαι ὑμῶν προσέχοντας τὸν νοῦν ἀναμιμνῄσκε-
σθαι, ἐὰν ἀληθῆ λέγω, καὶ διδάσκειν ἀλλήλους· ἐν ὑμῖν
γὰρ ἦσαν οἱ λόγοι, καί μοι ὑμεῖς τούτων μάρτυρές ἐστε.

    [38] Ἔφη γὰρ εἶναι μὲν ἀνδράποδόν οἱ ἐπὶ Λαυρείῳ, δεῖν
δὲ κομίσασθαι ἀποφοράν. ἀναστὰς δὲ πρῲ ψευσθεὶς τῆς
ὥρας βαδίζειν· εἶναι δὲ πανσέληνον. ἐπεὶ δὲ παρὰ τὸ
προπύλαιον τοῦ Διονύσου ἦν, ὁρᾶν ἀνθρώπους πολλοὺς
ἀπὸ τοῦ ᾠδείου καταβαίνοντας εἰς τὴν ὀρχήστραν· δείσας
δὲ αὐτούς, εἰσελθὼν ὑπὸ τὴν σκιὰν καθέζεσθαι μεταξύ
τοῦ κίονος καὶ τῆς στήλης ἐφ’ ᾗ ὁ στρατηγός ἐστιν ὁ χαλ-
κοῦς. ὁρᾶν δὲ ἀνθρώπους τὸν μὲν ἀριθμὸν μάλιστα τρια-
κοσίους, ἑστάναι δὲ κύκλῳ ἀνὰ πέντε καὶ δέκα ἄνδρας,
τοὺς δὲ ἀνὰ εἴκοσιν· ὁρῶν δὲ αὐτῶν πρὸς τὴν σελήνην τὰ
πρόσωπα τῶν πλείστων γιγνώσκειν. [39] καὶ πρῶτον μέν, ὦ
ἄνδρες, τοῦθ’ ὑπέθετο, δεινότατον πρᾶγμα, οἶμαι, ὅπως
ἐν ἐκείνῳ εἴη ὅντινα βούλοιτο Ἀθηναίων φάναι τῶν ἀν-
δρῶν τούτων εἶναι, ὅντινα δὲ μὴ βούλοιτο, λέγειν ὅτι οὐκ
ἦν. ἰδὼν δὲ ταῦτ’ ἔφη ἐπὶ Λαύρειον ἰέναι, καὶ τῇ ὑστεραίᾳ
ἀκούειν ὅτι οἱ Ἑρμαῖ εἶεν περικεκομμένοι· γνῶναι οὖν
εὐθὺς ὅτι τούτων εἴη τῶν ἀνδρῶν τὸ ἔργον. [40] ἥκων δὲ εἰς
ἄστυ ζητητάς τε ἤδη ᾑρημένους καταλαμβάνειν καὶ μή-
νυτρα κεκηρυγμένα ἑκατὸν μνᾶς. ἰδὼν δὲ Εὔφημον τὸν
Καλλίου τοῦ Τηλοκλέους ἀδελφὸν ἔν τῳ χαλκείῳ καθή-
μενον, ἀναγαγὼν αὐτὸν εἰς τὸ Ἡφαιστεῖον λέγειν ἅπερ
ὑμῖν ἐγὼ εἴρηκα, ὡς ἴδοι ἡμᾶς ἐν ἐκείνῃ τῇ νυκτί· οὔκουν
δέοιτο παρὰ τῆς πόλεως χρήματα λαβεῖν μᾶλλον ἢ παρ’
ἡμῶν, ὥσθ’ ἡμᾶς ἔχειν φίλους. εἰπεῖν οὖν τὸν Εὔφημον
ὅτι καλῶς ποιήσειεν εἰπών, καὶ νῦν ἥκειν κελεῦσαί οἱ εἰς
τὴν Λεωγόρου οἰκίαν, «ἵν’ ἐκεῖ συγγένῃ μετ’ ἐμοῦ Ἀνδο-
κίδῃ καὶ ἑτέροις οἷς δεῖ». [41] ἥκειν ἔφη τῇ ὑστεραίᾳ, καὶ δὴ
κόπτειν τὴν θύραν· τὸν δὲ πατέρα τὸν ἐμὸν τυχεῖν ἐξιόν-
τα, καὶ εἰπεῖν αὐτῷ· «ἆρά γε σὲ οἵδε περιμένουσι; χρὴ
μέντοι μὴ ἀπωθεῖσθαι τοιούτους φίλους.» εἰπόντα δὲ αὐ-
τὸν ταῦτα οἴχεσθαι. καὶ τούτῳ μὲν τῷ τρόπῳ τὸν πατέρα
μου ἀπώλλυε, συνειδότα ἀποφαίνων. εἰπεῖν δὲ ἡμᾶς ὅτι
δεδογμένον ἡμῖν εἴη δύο μὲν τάλαντα ἀργυρίου διδόναι
οἱ ἀντὶ τῶν ἑκατὸν μνῶν τῶν ἐκ τοῦ δημοσίου, ἐὰν δὲ
κατάσχωμεν ἡμεῖς ἃ βουλόμεθα, ἕνα αὐτὸν ἡμῶν εἶναι,
πίστιν δὲ τούτων δοῦναί τε καὶ δέξασθαι. [42] ἀποκρίνασθαι
δὲ αὐτὸς πρὸς ταῦτα ὅτι βουλεύσοιτο· ἡμᾶς δὲ κελεύειν
αὐτὸν ἥκειν εἰς Καλλίου τοῦ Τηλοκλέους, ἵνα κἀκεῖνος
παρείη. τὸν δ’ αὖ κηδεστήν μου οὕτως ἀπώλλυεν. ἥκειν
ἔφη εἰς Καλλίου, καὶ καθομολογήσας ἡμῖν πίστιν δοῦναι
ἐν ἀκροπόλει, καὶ ἡμᾶς συνθεμένους οἱ τὸ ἀργύριον εἰς
τὸν ἐπιόντα μῆνα δώσειν διαψεύδεσθαι καὶ οὐ διδόναι·
ἥκειν οὖν μηνύσων τὰ γενόμενα.

    [43] Ἡ μὲν εἰσαγγελία αὐτῷ, ὦ ἄνδρες, τοιαύτη· ἀπογρά-
φει δὲ τὰ ὀνόματα τῶν ἀνδρῶν ὧν ἔφη γνῶναι, δύο καὶ
τετταράκοντα, πρώτους μὲν Μαντίθεον καὶ Ἀψεφίωνα,
βουλευτὰς ὄντας καὶ καθημένους ἔνδον, εἶτα δὲ καὶ τοὺς
ἄλλους. ἀναστὰς δὲ Πείσανδρος ἔφη χρῆναι λύειν τὸ ἐπὶ
Σκαμανδρίου ψήφισμα καὶ ἀναβιβάζειν ἐπὶ τὸν τροχὸν
τοὺς ἀπογραφέντας, ὅπως μὴ πρότερον νὺξ ἔσται πρὶν
πυθέσθαι τοὺς ἄνδρας ἅπαντας. ἀνέκραγεν ἡ βουλὴ ὡς
εὖ λέγει. [44] ἀκούσαντες δὲ ταῦτα Μαντίθεος καὶ Ἀψεφίων
ἐπὶ τὴν ἑστίαν ἐκαθέζοντο, ἱκετεύοντες μὴ στρεβλωθῆναι
ἀλλ’ ἐξεγγυηθέντες κριθῆναι. μόλις δὲ τούτων τυχόντες,
ἐπειδὴ τοὺς ἐγγυητὰς κατέστησαν, ἐπὶ τοὺς ἵππους ἀνα-
βάντες ᾤχοντο εἰς τοὺς πολεμίους αὐτομολήσαντες,
καταλιπόντες τοὺς ἐγγυητάς, οὓς ἔδει <ἐν> τοῖς αὐτοῖς
ἐνέχεσθαι ἐν οἷσπερ οὓς ἠγγυήσαντο.

    [45] Ἡ δὲ βουλὴ ἐξελθοῦσα ἐν ἀπορρήτῳ συνέλαβεν ἡμᾶς
καὶ ἔδησεν ἐν τοῖς ξύλοις. ἀνακαλέσαντες δὲ τοὺς στρα-
τηγοὺς ἀνειπεῖν ἐκέλευσαν Ἀθηναίων τοὺς μὲν ἐν ἄστει
οἰκοῦντας ἰέναι εἰς τὴν ἀγορὰν τὰ ὅπλα λαβόντας, τοὺς δ’
ἐν μακρῷ τείχει εἰς τὸ Θησεῖον, τοὺς δ’ ἐν Πειραιεῖ εἰς τὴν
Ἱπποδαμείαν ἀγοράν, τοὺς δ’ ἱππέας ἔτι <πρὸ> νυκτὸς
σημῆναι τῇ σάλπιγγι ἥκειν εἰς τὸ Ἀνάκειον, τὴν δὲ βουλὴν
εἰς ἀκρόπολιν ἰέναι κἀκεῖ καθεύδειν, τοὺς δὲ πρυτάνεις ἐν
τῇ θόλῳ. Βοιωτοὶ δὲ πεπυσμένοι τὰ πράγματα ἐπὶ τοῖς
ὁρίοις ἦσαν ἐξεστρατευμένοι. τὸν δὲ τῶν κακῶν τούτων
αἴτιον Διοκλείδην ὡς σωτῆρα ὄντα τῆς πόλεως ἐπὶ ζεύ-
γους ἦγον εἰς τὸ πρυτανεῖον στεφανώσαντες, καὶ ἐδείπνει
ἐκεῖ.