Σώματα Κειμένων

Ανθολόγιο Αττικής Πεζογραφίας 

 

ΔΗΜΟΣΘΕΝΗΣ, ΥΠΕΡ ΚΤΗΣΙΦΩΝΤΟΣ ΠΕΡΙ ΤΟΥ ΣΤΕΦΑΝΟΥ

ΔΗΜ 18.42–49

Η προδοτική στάση του Αισχίνη και η ηθική κατάπτωση των αρχόντων στις υπόλοιπες ελληνικές πόλεις οδήγησαν στην ενδυνάμωση του Φιλίππου
Συνεχίζοντας τη διήγησιν–πίστιν του λόγου του, ο ρήτορας δήλωσε ότι αποτέλεσμα της καθυστερημένης επικύρωσης της "ειρήνης του Φιλοκράτη" (βλ. σχετικά και ΔΗΜ 18.25–28) ήταν, κατά τον Δημοσθένη, η δημιουργία από τον Φίλιππο τετελεσμένων με την κατάληψη οχυρών θέσεων στη Θράκη. Την ίδια παρελκυστική πολιτική ακολούθησε ο Μακεδόνας βασιλιάς με τη βοήθεια της φιλομακεδονικής παράταξης της Αθήνας και ιδίως του Αισχίνη, μέχρι την κατάληψη και καταστροφή των φωκικών πόλεων.

    [42] Ἀλλὰ γὰρ ἐμπέπτωκ’ εἰς λόγους, οὓς αὐτίκα μᾶλλον ἴσως
ἁρμόσει λέγειν. ἐπάνειμι δὴ πάλιν ἐπὶ τὰς ἀποδείξεις, ὡς
τὰ τούτων ἀδικήματα τῶν νυνὶ παρόντων πραγμάτων γέγον’
αἴτια.

    Ἐπειδὴ γὰρ ἐξηπάτησθε μὲν ὑμεῖς ὑπὸ τοῦ Φιλίππου διὰ
τούτων τῶν ἐν ταῖς πρεσβείαις μισθωσάντων ἑαυτοὺς καὶ
οὐδὲν ἀληθὲς ὑμῖν ἀπαγγειλάντων, ἐξηπάτηντο δ’ οἱ ταλαί-
πωροι Φωκεῖς καὶ ἀνῄρηνθ’ αἱ πόλεις αὐτῶν, τί ἐγένετο; [43] οἱ
μὲν κατάπτυστοι Θετταλοὶ καὶ ἀναίσθητοι Θηβαῖοι φίλον,
εὐεργέτην, σωτῆρα τὸν Φίλιππον ἡγοῦντο· πάντ’ ἐκεῖνος ἦν
αὐτοῖς· οὐδὲ φωνὴν ἤκουον εἴ τις ἄλλο τι βούλοιτο λέγειν.
ὑμεῖς δ’ ὑφορώμενοι τὰ πεπραγμένα καὶ δυσχεραίνοντες ἤγετε
τὴν εἰρήνην ὅμως· οὐ γὰρ ἦν ὅ τι ἂν ἐποιεῖτε. καὶ οἱ ἄλλοι
δ’ Ἕλληνες, ὁμοίως ὑμῖν πεφενακισμένοι καὶ διημαρτηκότες
ὧν ἤλπισαν, ἦγον τὴν εἰρήνην ἄσμενοι, καὶ αὐτοὶ τρόπον
τιν’ ἐκ πολλοῦ πολεμούμενοι. [44] ὅτε γὰρ περιιὼν Φίλιππος
Ἰλλυριοὺς καὶ Τριβαλλούς, τινὰς δὲ καὶ τῶν Ἑλλήνων
κατεστρέφετο, καὶ δυνάμεις πολλὰς καὶ μεγάλας ἐποιεῖθ’ ὑφ’
ἑαυτῷ, καί τινες τῶν ἐκ τῶν πόλεων ἐπὶ τῇ τῆς εἰρήνης
ἐξουσίᾳ βαδίζοντες ἐκεῖσε διεφθείροντο, ὧν εἷς οὗτος ἦν,
τότε πάντες ἐφ’ οὓς ταῦτα παρεσκευάζετ’ ἐκεῖνος ἐπολε-
μοῦντο. εἰ δὲ μὴ ᾐσθάνοντο, ἕτερος λόγος οὗτος, οὐ πρὸς
ἐμέ. [45] ἐγὼ μὲν γὰρ προὔλεγον καὶ διεμαρτυρόμην καὶ παρ’
ὑμῖν ἀεὶ καὶ ὅποι πεμφθείην· αἱ δὲ πόλεις ἐνόσουν, τῶν
μὲν ἐν τῷ πολιτεύεσθαι καὶ πράττειν δωροδοκούντων καὶ
διαφθειρομένων ἐπὶ χρήμασι, τῶν δ’ ἰδιωτῶν καὶ πολλῶν
τὰ μὲν οὐ προορωμένων, τὰ δὲ τῇ καθ’ ἡμέραν ῥᾳστώνῃ καὶ
σχολῇ δελεαζομένων, καὶ τοιουτονί τι πάθος πεπονθότων
ἁπάντων, πλὴν οὐκ ἐφ’ ἑαυτοὺς ἑκάστων οἰομένων τὸ δεινὸν
ἥξειν καὶ διὰ τῶν ἑτέρων κινδύνων τὰ ἑαυτῶν ἀσφαλῶς
σχήσειν ὅταν βούλωνται. [46] εἶτ’, οἶμαι, συμβέβηκε τοῖς μὲν
πλήθεσιν ἀντὶ τῆς πολλῆς καὶ ἀκαίρου ῥᾳθυμίας τὴν ἐλευ-
θερίαν ἀπολωλεκέναι, τοῖς δὲ προεστηκόσι καὶ τἆλλα πλὴν
ἑαυτοὺς οἰομένοις πωλεῖν πρώτους ἑαυτοὺς πεπρακόσιν αἰ-
σθέσθαι· ἀντὶ γὰρ φίλων καὶ ξένων ἃ τότ’ ὠνομάζοντο
ἡνίκ’ ἐδωροδόκουν, νῦν κόλακες καὶ θεοῖς ἐχθροὶ καὶ τἆλλ’ ἃ
προσήκει πάντ’ ἀκούουσιν. [47] οὐδεὶς γάρ, ἄνδρες Ἀθηναῖοι,
τὸ τοῦ προδιδόντος συμφέρον ζητῶν χρήματ’ ἀναλίσκει, οὐδ’
ἐπειδὰν ὧν ἂν πρίηται κύριος γένηται τῷ προδότῃ συμβούλῳ
περὶ τῶν λοιπῶν ἔτι χρῆται· οὐδὲν γὰρ ἂν ἦν εὐδαιμονέστερον
προδότου. ἀλλ’ οὐκ ἔστι ταῦτα· πόθεν; πολλοῦ γε καὶ
δεῖ. ἀλλ’ ἐπειδὰν τῶν πραγμάτων ἐγκρατὴς ὁ ζητῶν ἄρχειν
καταστῇ, καὶ τῶν ταῦτ’ ἀποδομένων δεσπότης ἐστί, τὴν δὲ
πονηρίαν εἰδὼς τότε δή, τότε καὶ μισεῖ καὶ ἀπιστεῖ καὶ
προπηλακίζει. [48] σκοπεῖτε δέ· καὶ γὰρ εἰ παρελήλυθ’ ὁ τῶν
πραγμάτων καιρός, ὁ τοῦ γ’ εἰδέναι τὰ τοιαῦτα καιρὸς ἀεὶ
πάρεστι τοῖς εὖ φρονοῦσι. μέχρι τούτου Λασθένης φίλος
ὠνομάζετο, ἕως προὔδωκεν Ὄλυνθον· μέχρι τούτου Τιμόλαος,
ἕως ἀπώλεσε Θήβας· μέχρι τούτου Εὔδικος καὶ Σῖμος ὁ
Λαρισαῖος, ἕως Θετταλίαν ὑπὸ Φιλίππῳ ἐποίησαν. εἶτ’
ἐλαυνομένων καὶ ὑβριζομένων καὶ τί κακὸν οὐχὶ πασχόντων
πᾶσ’ ἡ οἰκουμένη μεστὴ γέγονεν. τί δ’ Ἀρίστρατος ἐν
Σικυῶνι, καὶ τί Πέριλλος ἐν Μεγάροις; οὐκ ἀπερριμμένοι;
[49] ἐξ ὧν καὶ σαφέστατ’ ἄν τις ἴδοι ὅτι ὁ μάλιστα φυλάττων
τὴν αὑτοῦ πατρίδα καὶ πλεῖστ’ ἀντιλέγων τούτοις, οὗτος ὑμῖν,
Αἰσχίνη, τοῖς προδιδοῦσι καὶ μισθαρνοῦσιν τὸ ἔχειν ἐφ’ ὅτῳ
δωροδοκήσετε περιποιεῖ, καὶ διὰ τοὺς πολλοὺς τουτωνὶ καὶ
τοὺς ἀνθισταμένους τοῖς ὑμετέροις βουλήμασιν ὑμεῖς ἐστὲ
σῷοι καὶ ἔμμισθοι, ἐπεὶ διά γ’ ὑμᾶς αὐτοὺς πάλαι ἂν ἀπω-
λώλειτε.