Σώματα Κειμένων

Ανθολόγιο Αττικής Πεζογραφίας 

 

ΞΕΝΟΦΩΝ, ΚΥΡΟΥ ΠΑΙΔΕΙΑ

ΞΕΝ ΚΠαιδ 6.4.12–6.4.20

Εμψυχώνοντας τους αρχηγούς του στρατού πριν από την αποφασιστική σύγκρουση με τους Ασσυρίους
Η Πάνθεια, η πιστή σύζυγος του βασιλιά των Σουσίων Αβραδάτα, αποχαιρέτησε τον σύζυγό της κατά την αναχώρησή του για τη μάχη με τους Ασσυρίους (βλ. ΞΕΝ ΚΠαιδ 6.4.2–6.4.9). Μετά το επεισόδιο αυτό, ο Ξενοφώντας επανέρχεται σε όσα έπραξε ο Κύρος πριν από τη συγκεκριμένη μάχη.

    [6.4.12] Ὡς δ’ ἐκεκαλλιερήκει μὲν ὁ Κῦρος, ἡ δὲ στρατιὰ παρετέ-
τακτο αὐτῷ ὥσπερ παρήγγειλε, κατέχων σκοπὰς ἄλλας πρὸ
ἄλλων συνεκάλεσε τοὺς ἡγεμόνας καὶ ἔλεξεν ὧδε. [6.4.13] Ἄνδρες
φίλοι καὶ σύμμαχοι, τὰ μὲν ἱερὰ οἱ θεοὶ ἡμῖν φαίνουσιν
οἷάπερ ὅτε τὴν πρόσθεν νίκην ἔδοσαν· ὑμᾶς δ’ ἐγὼ βούλο-
μαι ἀναμνῆσαι ὧν μοι δοκεῖτε μεμνημένοι πολὺ ἂν εὐθυμό-
τεροι εἰς τὸν ἀγῶνα ἰέναι. [6.4.14] ἠσκήκατε μὲν γὰρ τὰ εἰς τὸν
πόλεμον πολὺ μᾶλλον τῶν πολεμίων, συντέτραφθε δὲ καὶ
συντέταχθε ἐν τῷ αὐτῷ πολὺ πλείω ἤδη χρόνον ἢ οἱ πολέμιοι
καὶ συννενικήκατε μετ’ ἀλλήλων· τῶν δὲ πολεμίων οἱ πολλοὶ
συνήττηνται μεθ’ αὑτῶν, οἱ δὲ ἀμάχητοι ἑκατέρων οἱ μὲν
τῶν πολεμίων ἴσασιν ὅτι προδότας τοὺς παραστάτας ἔχουσιν,
ὑμεῖς δὲ οἱ μεθ’ ἡμῶν ἴστε ὅτι μετὰ θελόντων τοῖς συμμά-
χοις ἀρήγειν μαχεῖσθε. [6.4.15] εἰκὸς δὲ τοὺς μὲν πιστεύοντας
ἀλλήλοις ὁμόνως μάχεσθαι μένοντας, τοὺς δὲ ἀπιστοῦντας
ἀναγκαῖον βουλεύεσθαι πῶς ἂν ἕκαστοι τάχιστα ἐκποδὼν
γένοιντο. [6.4.16] ἴωμεν δή, ὦ ἄνδρες, ἐπὶ τοὺς πολεμίους, ἅρματα
μὲν ἔχοντες ὡπλισμένα πρὸς ἄοπλα τὰ τῶν πολεμίων, ὡς
δ’ αὔτως καὶ ἱππέας καὶ ἵππους ὡπλισμένους πρὸς ἀόπλους,
ὡς ἐκ χειρὸς μάχεσθαι. [6.4.17] πεζοῖς δὲ τοῖς μὲν ἄλλοις οἷς καὶ
πρόσθεν μαχεῖσθε, Αἰγύπτιοι δὲ ὁμοίως μὲν ὡπλισμένοι
εἰσίν, ὁμοίως δὲ τεταγμένοι· τάς τε γὰρ ἀσπίδας μείζους
ἔχουσιν ἢ ὡς ποιεῖν τι καὶ ὁρᾶν, τεταγμένοι τε εἰς ἑκατὸν
δῆλον ὅτι κωλύσουσιν ἀλλήλους μάχεσθαι πλὴν πάνυ ὀλί-
γων. [6.4.18] εἰ δὲ ὠθοῦντες ἐξώσειν πιστεύουσιν, ἵπποις αὐτοὺς
πρῶτον δεήσει ἀντέχειν καὶ σιδήρῳ ὑφ’ ἵππων ἰσχυριζομένῳ·
ἢν δέ τις αὐτῶν καὶ ὑπομείνῃ, πῶς ἅμα δυνήσεται ἱππο-
μαχεῖν τε καὶ φαλαγγομαχεῖν καὶ πυργομαχεῖν; καὶ γὰρ
οἱ ἀπὸ τῶν πύργων ἡμῖν μὲν ἐπαρήξουσι, τοὺς δὲ πολεμίους
παίοντες ἀμηχανεῖν ἀντὶ τοῦ μάχεσθαι ποιήσουσιν. [6.4.19] εἰ δέ
τινος ἔτι ἐνδεῖσθαι δοκεῖτε, πρὸς ἐμὲ λέγετε· σὺν γὰρ θεοῖς
οὐδενὸς ἀπορήσομεν. καὶ εἰ μέν τις εἰπεῖν τι βούλεται,
λεξάτω· εἰ δὲ μή, ἐλθόντες πρὸς τὰ ἱερὰ καὶ προσευξάμενοι
οἷς ἐθύσαμεν θεοῖς ἴτε ἐπὶ τὰς τάξεις· [6.4.20] καὶ ἕκαστος ὑμῶν
ὑπομιμνῃσκέτω τοὺς μεθ’ αὑτοῦ ἅπερ ἐγὼ ὑμᾶς, καὶ ἐπι-
δεικνύτω τις τοῖς ἀρχομένοις ἑαυτὸν ἄξιον ἀρχῆς, ἄφοβον
δεικνὺς καὶ σχῆμα καὶ πρόσωπον καὶ λόγους.