Σώματα Κειμένων

Ανθολόγιο Αττικής Πεζογραφίας 

 

ΞΕΝΟΦΩΝ, ΚΥΡΟΥ ΠΑΙΔΕΙΑ

ΞΕΝ ΚΠαιδ 5.1.2–5.1.8

Μια γυναίκα για τον Κύρο
Ο Κύρος αναθέτει σε έναν φίλο του, τον Αράσπα, να του φυλάει την όμορφη γυναίκα του βασιλιά των Σουσίων, του Αβραδάτα, η οποία ονομαζόταν Πάνθεια και είχε πιαστεί αιχμάλωτη.

    [5.1.2] Καλέσας δὲ ὁ Κῦρος Ἀράσπαν Μῆδον, ὃς ἦν αὐτῷ
ἐκ παιδὸς ἑταῖρος, ᾧ καὶ τὴν στολὴν ἐκδὺς ἔδωκε τὴν
Μηδικήν, ὅτε παρ’ Ἀστυάγους εἰς Πέρσας ἀπῄει, τοῦτον
ἐκέλευσε διαφυλάξαι αὐτῷ τήν τε γυναῖκα καὶ τὴν σκηνήν·
[5.1.3] ἦν δὲ αὕτη ἡ γυνὴ τοῦ Ἀβραδάτου τοῦ Σουσίου· ὅτε δὲ
ἡλίσκετο τὸ τῶν Ἀσσυρίων στρατόπεδον, ὁ ἀνὴρ αὐτῆς οὐκ
ἔτυχεν ἐν τῷ στρατοπέδῳ ὤν, ἀλλὰ πρὸς τὸν τῶν Βακτρίων
βασιλέα πρεσβεύων ᾤχετο· ἔπεμψε δὲ αὐτὸν ὁ Ἀσσύριος
περὶ συμμαχίας· ξένος γὰρ ὢν ἐτύγχανε τῷ τῶν Βακτρίων
βασιλεῖ· ταύτην οὖν ἐκέλευσεν ὁ Κῦρος διαφυλάττειν τὸν
Ἀράσπαν, ἕως ἂν αὐτὸς λάβῃ. [5.1.4] κελευόμενος δὲ ὁ Ἀράσπας
ἐπήρετο· Ἑώρακας δ’, ἔφη, ὦ Κῦρε, τὴν γυναῖκα, ἥν με
κελεύεις φυλάττειν; Μὰ Δί’, ἔφη ὁ Κῦρος, οὐκ ἔγωγε.
Ἀλλ’ ἐγώ, ἔφη, ἡνίκα ἐξῃροῦμέν σοι αὐτήν· καὶ δῆτα, ὅτε
μὲν εἰσήλθομεν εἰς τὴν σκηνὴν αὐτῆς, τὸ πρῶτον οὐ διέ-
γνωμεν αὐτήν· χαμαί τε γὰρ ἐκάθητο καὶ αἱ θεράπαιναι
πᾶσαι περὶ αὐτήν· καὶ τοίνυν ὁμοίαν ταῖς δούλαις εἶχε τὴν
ἐσθῆτα· ἐπεὶ δὲ γνῶναι βουλόμενοι ποία εἴη ἡ δέσποινα
πάσας περιεβλέψαμεν, ταχὺ πάνυ καὶ πασῶν ἐφαίνετο δια-
φέρουσα τῶν ἄλλων, καίπερ καθημένη κεκαλυμμένη τε καὶ
εἰς γῆν ὁρῶσα. [5.1.5] ὡς δὲ ἀναστῆναι αὐτὴν ἐκελεύσαμεν,
συνανέστησαν μὲν αὐτῇ ἅπασαι αἱ ἀμφ’ αὐτήν, διήνεγκε δ’
ἐνταῦθα πρῶτον μὲν τῷ μεγέθει, ἔπειτα δὲ καὶ τῇ ἀρετῇ
καὶ τῇ εὐσχημοσύνῃ, καίπερ ἐν ταπεινῷ σχήματι ἑστηκυῖα.
δῆλα δ’ ἦν αὐτῇ καὶ τὰ δάκρυα στάζοντα, τὰ μὲν κατὰ τῶν
πέπλων, τὰ δὲ καὶ ἐπὶ τοὺς πόδας. [5.1.6] ὡς δ’ ἡμῶν ὁ γεραί-
τατος εἶπε, Θάρρει, ὦ γύναι· καλὸν μὲν γὰρ κἀγαθὸν ἀκούο-
μεν καὶ τὸν σὸν ἄνδρα εἶναι· νῦν μέντοι ἐξαιροῦμεν ἀνδρί
σε εὖ ἴσθι ὅτι οὔτε τὸ εἶδος ἐκείνου χείρονι οὔτε τὴν γνώ-
μην οὔτε δύναμιν ἥττω ἔχοντι, ἀλλ’ ὡς ἡμεῖς γε νομίζομεν,
εἴ τις καὶ ἄλλος ἀνήρ, καὶ Κῦρος ἄξιός ἐστι θαυμάζεσθαι,
οὗ σὺ ἔσῃ τὸ ἀπὸ τοῦδε· ὡς οὖν τοῦτο ἤκουσεν ἡ γυνή,
περικατερρήξατό τε τὸν ἄνωθεν πέπλον καὶ ἀνωδύρατο·
συνανεβόησαν δὲ καὶ αἱ δμωαί. [5.1.7] ἐν τούτῳ δὲ ἐφάνη μὲν
αὐτῆς τὸ πλεῖστον μέρος τοῦ προσώπου, ἐφάνη δὲ ἡ δέρη
καὶ αἱ χεῖρες· καὶ εὖ ἴσθι, ἔφη, ὦ Κῦρε, ὡς ἐμοί τε ἔδοξε
καὶ τοῖς ἄλλοις ἅπασι τοῖς ἰδοῦσι μήπω φῦναι μηδὲ γενέ-
σθαι γυνὴ ἀπὸ θνητῶν τοιαύτη ἐν τῇ Ἀσίᾳ· ἀλλὰ πάντως,
ἔφη, καὶ σὺ θέασαι αὐτήν. [5.1.8] καὶ ὁ Κῦρος ἔφη· [Ναὶ] Μὰ
Δία, πολύ γε ἧττον, εἰ τοιαύτη ἐστὶν οἵαν σὺ λέγεις. Τί
δαί; ἔφη ὁ νεανίσκος. Ὅτι, ἔφη, εἰ νυνὶ σοῦ ἀκούσας ὅτι
καλή ἐστι πεισθήσομαι ἐλθεῖν θεασόμενος, οὐδὲ πάνυ μοι
σχολῆς οὔσης, δέδοικα μὴ πολὺ θᾶττον ἐκείνη αὖθις ἀνα-
πείσῃ καὶ πάλιν ἐλθεῖν θεασόμενον· ἐκ δὲ τούτου ἴσως ἂν
ἀμελήσας ὧν με δεῖ πράττειν καθῄμην ἐκείνην θεώμενος.