Σώματα Κειμένων

Ανθολόγιο Αττικής Πεζογραφίας 

 

ΑΡΙΣΤΟΤΕΛΗΣ, ΗΘΙΚΑ ΝΙΚΟΜΑΧΕΙΑ

ΑΡΙΣΤ ΗΝικ 1155a3–1156a5

(ΑΡΙΣΤ ΗΝικ 1155a3–1159b24: Τα είδη της φιλίας) Η φύση της φιλίας
Μετά την εξέταση των δύο ειδών της αρετής, της ἠθικῆς και της διανοητικῆς (βιβλία Β´–Ζ´), ο Αριστοτέλης στο Η´ βιβλίο τόνισε ότι η έλλειψη εγκράτειας (η ἀκρασία ) συμπεριλαμβάνεται σε ό,τι πρέπει να αποφεύγει ο άνθρωπος, ενώ έκανε λόγο και για την ηδονή. Από την αρχή του Θ´ βιβλίου περνά στο θέμα της φιλίας.

    Μετὰ δὲ ταῦτα περὶ φιλίας ἕποιτ’ ἂν διελθεῖν· ἔστι
γὰρ ἀρετή τις ἢ μετ’ ἀρετῆς, ἔτι δ’ ἀναγκαιότατον εἰς τὸν
(5) βίον. ἄνευ γὰρ φίλων οὐδεὶς ἕλοιτ’ ἂν ζῆν, ἔχων τὰ λοιπὰ
ἀγαθὰ πάντα· καὶ γὰρ πλουτοῦσι καὶ ἀρχὰς καὶ δυναστείας
κεκτημένοις δοκεῖ φίλων μάλιστ’ εἶναι χρεία· τί γὰρ ὄφελος
τῆς τοιαύτης εὐετηρίας ἀφαιρεθείσης εὐεργεσίας, ἣ γίγνεται
μάλιστα καὶ ἐπαινετωτάτη πρὸς φίλους; ἢ πῶς ἂν τηρηθείη
(10) καὶ σῴζοιτ’ ἄνευ φίλων; ὅσῳ γὰρ πλείων, τοσούτῳ ἐπισφα-
λεστέρα. ἐν πενίᾳ τε καὶ ταῖς λοιπαῖς δυστυχίαις μόνην
οἴονται καταφυγὴν εἶναι τοὺς φίλους. καὶ νέοις δὲ πρὸς τὸ
ἀναμάρτητον καὶ πρεσβυτέροις πρὸς θεραπείαν καὶ τὸ ἐλ-
λεῖπον τῆς πράξεως δι’ ἀσθένειαν βοηθείας, τοῖς τ’ ἐν ἀκμῇ
(15) πρὸς τὰς καλὰς πράξεις· «σύν τε δύ’ ἐρχομένω»· καὶ γὰρ
νοῆσαι καὶ πρᾶξαι δυνατώτεροι. φύσει τ’ ἐνυπάρχειν ἔοικε
πρὸς τὸ γεγεννημένον τῷ γεννήσαντι καὶ πρὸς τὸ γεννῆσαν
τῷ γεννηθέντι, οὐ μόνον ἐν ἀνθρώποις ἀλλὰ καὶ ἐν ὄρνισι
καὶ τοῖς πλείστοις τῶν ζῴων, καὶ τοῖς ὁμοεθνέσι πρὸς ἄλ-
(20) ληλα, καὶ μάλιστα τοῖς ἀνθρώποις, ὅθεν τοὺς φιλανθρώπους
ἐπαινοῦμεν. ἴδοι δ’ ἄν τις καὶ ἐν ταῖς πλάναις ὡς οἰκεῖον
ἅπας ἄνθρωπος ἀνθρώπῳ καὶ φίλον. ἔοικε δὲ καὶ τὰς πό-
λεις συνέχειν ἡ φιλία, καὶ οἱ νομοθέται μᾶλλον περὶ αὐτὴν
σπουδάζειν ἢ τὴν δικαιοσύνην· ἡ γὰρ ὁμόνοια ὅμοιόν τι τῇ
(25) φιλίᾳ ἔοικεν εἶναι, ταύτης δὲ μάλιστ’ ἐφίενται καὶ τὴν στά-
σιν ἔχθραν οὖσαν μάλιστα ἐξελαύνουσιν· καὶ φίλων μὲν ὄντων
οὐδὲν δεῖ δικαιοσύνης, δίκαιοι δ’ ὄντες προσδέονται φιλίας,
καὶ τῶν δικαίων τὸ μάλιστα φιλικὸν εἶναι δοκεῖ. οὐ μόνον
δ’ ἀναγκαῖόν ἐστιν ἀλλὰ καὶ καλόν· τοὺς γὰρ φιλοφίλους
(30) ἐπαινοῦμεν, ἥ τε πολυφιλία δοκεῖ τῶν καλῶν ἕν τι εἶναι·
καὶ ἔτι τοὺς αὐτοὺς οἴονται ἄνδρας ἀγαθοὺς εἶναι καὶ φίλους.

    Διαμφισβητεῖται δὲ περὶ αὐτῆς οὐκ ὀλίγα. οἳ μὲν γὰρ
ὁμοιότητά τινα τιθέασιν αὐτὴν καὶ τοὺς ὁμοίους φίλους,
ὅθεν τὸν ὅμοιόν φασιν ὡς τὸν ὅμοιον, καὶ κολοιὸν ποτὶ
(35) κολοιόν, καὶ τὰ τοιαῦτα· οἳ δ’ ἐξ ἐναντίας κεραμεῖς πάντας
[1155b] τοὺς τοιούτους ἀλλήλοις φασὶν εἶναι. καὶ περὶ αὐτῶν τούτων
ἀνώτερον ἐπιζητοῦσι καὶ φυσικώτερον, Εὐριπίδης μὲν φάσκων
ἐρᾶν μὲν ὄμβρου γαῖαν ξηρανθεῖσαν, ἐρᾶν δὲ σεμνὸν οὐρανὸν
πληρούμενον ὄμβρου πεσεῖν ἐς γαῖαν, καὶ Ἡράκλειτος τὸ
(5) ἀντίξουν συμφέρον καὶ ἐκ τῶν διαφερόντων καλλίστην ἁρ-
μονίαν καὶ πάντα κατ’ ἔριν γίνεσθαι· ἐξ ἐναντίας δὲ τούτοις
ἄλλοι τε καὶ Ἐμπεδοκλῆς· τὸ γὰρ ὅμοιον τοῦ ὁμοίου ἐφίε-
σθαι. τὰ μὲν οὖν φυσικὰ τῶν ἀπορημάτων ἀφείσθω (οὐ γὰρ
οἰκεῖα τῆς παρούσης σκέψεως)· ὅσα δ’ ἐστὶν ἀνθρωπικὰ καὶ
(10) ἀνήκει εἰς τὰ ἤθη καὶ τὰ πάθη, ταῦτ’ ἐπισκεψώμεθα, οἷον
πότερον ἐν πᾶσι γίνεται φιλία ἢ οὐχ οἷόν τε μοχθηροὺς
ὄντας φίλους εἶναι, καὶ πότερον ἓν εἶδος τῆς φιλίας ἐστὶν
ἢ πλείω. οἱ μὲν γὰρ ἓν οἰόμενοι, ὅτι ἐπιδέχεται τὸ μᾶλλον
καὶ [τὸ] ἧττον, οὐχ ἱκανῷ πεπιστεύκασι σημείῳ· δέχεται γὰρ
(15) τὸ μᾶλλον καὶ [τὸ] ἧττον καὶ τὰ ἕτερα τῷ εἴδει. εἴρηται δ’
ὑπὲρ αὐτῶν ἔμπροσθεν.

    Τάχα δ’ ἂν γένοιτο περὶ αὐτῶν φανερὸν γνωρισθέντος
τοῦ φιλητοῦ. δοκεῖ γὰρ οὐ πᾶν φιλεῖσθαι ἀλλὰ τὸ φιλητόν,
τοῦτο δ’ εἶναι ἀγαθὸν ἢ ἡδὺ ἢ χρήσιμον· δόξειε δ’ ἂν χρή-
(20) σιμον εἶναι δι’ οὗ γίνεται ἀγαθόν τι ἢ ἡδονή, ὥστε φιλητὰ
ἂν εἴη τἀγαθόν τε καὶ τὸ ἡδὺ ὡς τέλη. πότερον οὖν τἀγαθὸν
φιλοῦσιν ἢ τὸ αὑτοῖς ἀγαθόν; διαφωνεῖ γὰρ ἐνίοτε ταῦτα.
ὁμοίως δὲ καὶ περὶ τὸ ἡδύ. δοκεῖ δὲ τὸ αὑτῷ ἀγαθὸν φι-
λεῖν ἕκαστος, καὶ εἶναι ἁπλῶς μὲν τἀγαθὸν φιλητόν, ἑκάστῳ
(25) δὲ τὸ ἑκάστῳ· φιλεῖ δ’ ἕκαστος οὐ τὸ ὂν αὑτῷ ἀγαθὸν ἀλλὰ
τὸ φαινόμενον. διοίσει δ’ οὐδέν· ἔσται γὰρ τὸ φιλητὸν φαι-
νόμενον. τριῶν δ’ ὄντων δι’ ἃ φιλοῦσιν, ἐπὶ μὲν τῇ τῶν ἀψύ-
χων φιλήσει οὐ λέγεται φιλία· οὐ γάρ ἐστιν ἀντιφίλησις, οὐδὲ
βούλησις ἐκείνῳ ἀγαθοῦ (γελοῖον γὰρ ἴσως τῷ οἴνῳ βούλεσθαι
(30) τἀγαθά, ἀλλ’ εἴπερ, σῴζεσθαι βούλεται αὐτόν, ἵνα αὐτὸς
ἔχῃ)· τῷ δὲ φίλῳ φασὶ δεῖν βούλεσθαι τἀγαθὰ ἐκείνου ἕνεκα.
τοὺς δὲ βουλομένους οὕτω τἀγαθὰ εὔνους λέγουσιν, ἂν μὴ
ταὐτὸ καὶ παρ’ ἐκείνου γίνηται· εὔνοιαν γὰρ ἐν ἀντιπεπονθόσι
φιλίαν εἶναι. ἢ προσθετέον μὴ λανθάνουσαν; πολλοὶ γάρ
(35) εἰσιν εὖνοι οἷς οὐχ ἑωράκασιν, ὑπολαμβάνουσι δὲ ἐπιεικεῖς
[1156a] εἶναι ἢ χρησίμους· τοῦτο δὲ τὸ αὐτὸ κἂν ἐκείνων τις πάθοι
πρὸς τοῦτον. εὖνοι μὲν οὖν οὗτοι φαίνονται ἀλλήλοις· φί-
λους δὲ πῶς ἄν τις εἴποι λανθάνοντας ὡς ἔχουσιν ἑαυτοῖς; δεῖ
ἄρα εὐνοεῖν ἀλλήλοις καὶ βούλεσθαι τἀγαθὰ μὴ λανθάνοντας
(5) δι’ ἕν τι τῶν εἰρημένων.