Μνημοσύνη
Ψηφιακή Βιβλιοθήκη της Αρχαίας Ελληνικής Γραμματείας
Μνημοσύνης δ᾽ ἐξαῦτις ἐράσσατο καλλικόμοιο,
ἐξ ἧς οἱ Μοῦσαι χρυσάμπυκες ἐξεγένοντο
ἐννέα, τῇσιν ἅδον θαλίαι καὶ τέρψις ἀοιδῆς. Ησίοδος, Θεογονία 915-7
ΗΡΟΔΟΤΟΣ
Ἱστορίαι (9.50.1-9.57.3)
[9.50.1] Τούτου δὲ τοιούτου γινομένου οἱ τῶν Ἑλλήνων στρατηγοί, ἅτε τοῦ τε ὕδατος στερηθείσης τῆς στρατιῆς καὶ ὑπὸ τῆς ἵππου ταρασσομένης, συνελέχθησαν περὶ αὐτῶν τε τούτων καὶ ἄλλων, ἐλθόντες παρὰ Παυσανίην ἐπὶ τὸ δεξιὸν κέρας. ἄλλα γὰρ τούτων τοιούτων ἐόντων μᾶλλόν σφεας ἐλύπεε· οὔτε γὰρ σιτία εἶχον ἔτι, οἵ τέ σφεων ὀπέωνες ἀποπεμφθέντες ἐς Πελοπόννησον ὡς ἐπισιτιεύμενοι ἀπεκεκληίατο ὑπὸ τῆς ἵππου, οὐ δυνάμενοι ἀπικέσθαι ἐς τὸ στρατόπεδον. [9.51.1] βουλευομένοισι δὲ τοῖσι στρατηγοῖσι ἔδοξε, ἢν ὑπερβάλωνται ἐκείνην τὴν ἡμέρην οἱ Πέρσαι συμβολὴν μὴ ποιεύμενοι, ἐς τὴν νῆσον ἰέναι. ἡ δέ ἐστι ἀπὸ τοῦ Ἀσωποῦ καὶ τῆς κρήνης τῆς Γαργαφίης, ἐπ᾽ ᾗ ἐστρατοπεδεύοντο τότε, δέκα σταδίους ἀπέχουσα, πρὸ τῆς Πλαταιέων πόλιος. [9.51.2] νῆσος δὲ οὕτω ἂν εἴη ἐν ἠπείρῳ· σχιζόμενος [ὁ] ποταμὸς ἄνωθεν ἐκ τοῦ Κιθαιρῶνος ῥέει κάτω ἐς τὸ πεδίον, διέχων ἀπ᾽ ἀλλήλων τὰ ῥέεθρα ὅσον περ τρία στάδια, καὶ ἔπειτα συμμίσγει ἐς τὠυτό· οὔνομα δέ οἱ Ὠερόη. θυγατέρα δὲ ταύτην λέγουσι εἶναι Ἀσωποῦ οἱ ἐπιχώριοι. [9.51.3] ἐς τοῦτον δὴ τὸν χῶρον ἐβουλεύσαντο μεταναστῆναι, ἵνα καὶ ὕδατι ἔχωσι χρᾶσθαι ἀφθόνῳ καὶ οἱ ἱππέες σφέας μὴ σινοίατο ὥσπερ κατιθὺ ἐόντων· μετακινέεσθαί τε ἐδόκεε τότε ἐπεὰν τῆς νυκτὸς ᾖ δευτέρη φυλακή, ὡς ἂν μὴ ἰδοίατο οἱ Πέρσαι ἐξορμωμένους καί σφεας ἑπόμενοι ταράσσοιεν οἱ ἱππόται. [9.51.4] ἀπικομένων δὲ ἐς τὸν χῶρον τοῦτον, τὸν δὴ ἡ Ἀσωπὶς Ὠερόη περισχίζεται ῥέουσα ἐκ τοῦ Κιθαιρῶνος, ὑπὸ τὴν νύκτα ταύτην ἐδόκεε τοὺς ἡμίσεας ἀποστέλλειν τοῦ στρατοπέδου πρὸς τὸν Κιθαιρῶνα, ὡς ἀναλάβοιεν τοὺς ὀπέωνας τοὺς ἐπὶ τὰ σιτία οἰχομένους· ἦσαν γὰρ ἐν τῷ Κιθαιρῶνι ἀπολελαμμένοι. [9.52.1] ταῦτα βουλευσάμενοι κείνην μὲν τὴν ἡμέρην πᾶσαν προσκειμένης τῆς ἵππου εἶχον πόνον ἄτρυτον· ὡς δὲ ἥ τε ἡμέρη ἔληγε καὶ οἱ ἱππέες ἐπέπαυντο, νυκτὸς δὴ γινομένης καὶ ἐούσης τῆς ὥρης ἐς τὴν δὴ συνέκειτό σφι ἀπαλλάσσεσθαι, ἐνθαῦτα ἀερθέντες οἱ πολλοὶ ἀπαλλάσσοντο, ἐς μὲν τὸν χῶρον ἐς τὸν συνέκειτο οὐκ ἐν νόῳ ἔχοντες, οἱ δὲ ὡς ἐκινήθησαν, ἔφευγον ἄσμενοι τὴν ἵππον πρὸς τὴν Πλαταιέων πόλιν, φεύγοντες δὲ ἀπικνέονται ἐπὶ τὸ Ἥραιον. τὸ δὲ πρὸ τῆς πόλιός ἐστι τῆς Πλαταιέων, εἴκοσι σταδίους ἀπὸ τῆς κρήνης τῆς Γαργαφίης ἀπέχον. ἀπικόμενοι δὲ ἔθεντο πρὸ τοῦ ἱροῦ τὰ ὅπλα. [9.53.1] καὶ οἱ μὲν περὶ τὸ Ἥραιον ἐστρατοπεδεύοντο, Παυσανίης δὲ ὁρῶν σφέας ἀπαλλασσομένους ἐκ τοῦ στρατοπέδου παρήγγελλε καὶ τοῖσι Λακεδαιμονίοισι ἀναλαβόντας τὰ ὅπλα ἰέναι κατὰ τοὺς ἄλλους τοὺς προϊόντας, νομίσας αὐτοὺς ἐς τὸν χῶρον ἰέναι ἐς τὸν συνεθήκαντο. [9.53.2] ἐνθαῦτα οἱ μὲν ἄλλοι ἄρτιοι ἦσαν τῶν ταξιάρχων πείθεσθαι Παυσανίῃ, Ἀμομφάρετος δὲ ὁ Πολιάδεω λοχηγέων τοῦ Πιτανήτεω λόχου οὐκ ἔφη τοὺς ξείνους φεύξεσθαι οὐδὲ ἑκὼν εἶναι αἰσχυνέειν τὴν Σπάρτην, ἐθώμαζέ τε ὁρῶν τὸ ποιεύμενον, ἅτε οὐ παραγενόμενος τῷ προτέρῳ λόγῳ. [9.53.3] ὁ δὲ Παυσανίης τε καὶ ὁ Εὐρυάναξ δεινὸν μὲν ἐποιεῦντο τὸ μὴ πείθεσθαι ἐκεῖνον σφίσι, δεινότερον δὲ ἔτι κείνου ταῦτα νενωμένου, ἀπολιπεῖν τὸν λόχον τὸν Πιτανήτην, μὴ ἢν ἀπολίπωσι ποιεῦντες τὰ συνεθήκαντο τοῖσι ἄλλοισι Ἕλλησι, ἀπόληται ὑπολειφθεὶς αὐτός τε Ἀμομφάρετος καὶ οἱ μετ᾽ αὐτοῦ. [9.53.4] ταῦτα λογιζόμενοι ἀτρέμας εἶχον τὸ στρατόπεδον τὸ Λακωνικὸν καὶ ἐπειρῶντο πείθοντές μιν ὡς οὐ χρεὸν εἴη ταῦτα ποιέειν. [9.54.1] καὶ οἱ μὲν παρηγόρεον Ἀμομφάρετον μοῦνον Λακεδαιμονίων τε καὶ Τεγεητέων λελειμμένον, Ἀθηναῖοι δὲ ἐποίευν τοιάδε· εἶχον ἀτρέμας σφέας αὐτοὺς ἵνα ἐτάχθησαν, ἐπιστάμενοι τὰ Λακεδαιμονίων φρονήματα ὡς ἄλλα φρονεόντων καὶ ἄλλα λεγόντων. [9.54.2] ὡς δὲ ἐκινήθη τὸ στρατόπεδον, ἔπεμπον σφέων ἱππέα ὀψόμενόν τε εἰ πορεύεσθαι ἐπιχειροῖεν οἱ Σπαρτιῆται, εἴτε καὶ τὸ παράπαν μὴ διανοεῦνται ἀπαλλάσσεσθαι, ἐπειρέσθαι τε Παυσανίην τὸ χρεὸν εἴη ποιέειν. [9.55.1] ὡς δὲ ἀπίκετο ὁ κῆρυξ ἐς τοὺς Λακεδαιμονίους, ὥρα τέ σφεας κατὰ χώρην τεταγμένους καὶ ἐς νείκεα ἀπιγμένους αὐτῶν τοὺς πρώτους. ὡς γὰρ δὴ παρηγόρεον τὸν Ἀμομφάρετον ὅ τε Εὐρυάναξ καὶ ὁ Παυσανίης μὴ κινδυνεύειν μένοντας μούνους Λακεδαιμονίων, οὔκων ἔπειθον, ἐς ὃ ἐς νείκεά τε συμπεσόντες ἀπίκατο καὶ ὁ κῆρυξ ὁ τῶν Ἀθηναίων παρίστατό σφι ἀπιγμένος. [9.55.2] νεικέων δὲ ὁ Ἀμομφάρετος λαμβάνει πέτρον ἀμφοτέρῃσι τῇσι χερσὶ καὶ τιθεὶς πρὸ ποδῶν τοῦ Παυσανίεω ταύτῃ τῇ ψήφῳ ψηφίζεσθαι ἔφη μὴ φεύγειν τοὺς ξείνους [λέγων τοὺς βαρβάρους]. ὁ δὲ μαινόμενον καὶ οὐ φρενήρεα καλέων ἐκεῖνον [πρός τε] τὸν Ἀθηναίων κήρυκα ἐπειρωτῶντα τὰ ἐντεταλμένα λέγειν [ὁ Παυσανίης] ἐκέλευε τὰ παρεόντα σφι πρήγματα, ἐχρήιζέ τε τῶν Ἀθηναίων προσχωρῆσαί τε πρὸς ἑωυτοὺς καὶ ποιέειν περὶ τῆς ἀπόδου τά περ ἂν καὶ σφεῖς. [9.56.1] καὶ ὁ μὲν ἀπαλλάσσετο ἐς τοὺς Ἀθηναίους· τοὺς δὲ ἐπεὶ ἀνακρινομένους πρὸς ἑωυτοὺς ἠὼς κατελάμβανε, ἐν τούτῳ τῷ χρόνῳ κατήμενος ὁ Παυσανίης, οὐ δοκέων τὸν Ἀμομφάρετον λείψεσθαι τῶν ἄλλων Λακεδαιμονίων ἀποστιχόντων, τὰ δὴ καὶ ἐγένετο, σημήνας ἀπῆγε διὰ τῶν κολωνῶν τοὺς λοιποὺς πάντας· εἵποντο δὲ καὶ Τεγεῆται. [9.56.2] Ἀθηναῖοι δὲ ταχθέντες ἤισαν τὰ ἔμπαλιν ἢ Λακεδαιμόνιοι· οἱ μὲν γὰρ τῶν τε ὄχθων ἀντείχοντο καὶ τῆς ὑπωρείης τοῦ Κιθαιρῶνος, φοβεόμενοι τὴν ἵππον, Ἀθηναῖοι δὲ κάτω τραφθέντες ἐς τὸ πεδίον. [9.57.1] Ἀμομφάρετος δὲ ἀρχήν γε οὐδαμὰ δοκέων Παυσανίην τολμήσειν σφέας ἀπολιπεῖν περιείχετο αὐτοῦ μένοντας μὴ ἐκλιπεῖν τὴν τάξιν· προτερεόντων δὲ τῶν σὺν Παυσανίῃ, καταδόξας αὐτοὺς ἰθέῃ τέχνῃ ἀπολείπειν αὐτόν, ἀναλαβόντα τὸν λόχον τὰ ὅπλα ἦγε βάδην πρὸς τὸ ἄλλο στῖφος. [9.57.2] τὸ δὲ ἀπελθὸν ὅσον τε δέκα στάδια ἀνέμενε τὸν Ἀμομφαρέτου λόχον, περὶ ποταμὸν Μολόεντα ἱδρυμένον Ἀργιόπιόν τε χῶρον καλεόμενον, τῇ καὶ Δήμητρος Ἐλευσινίης ἱρὸν ἧσται· ἀνέμενε δὲ τοῦδε εἵνεκα, ἵνα ἢν μὴ ἀπολείπῃ τὸν χῶρον ἐν τῷ ἐτετάχατο ὁ Ἀμομφάρετός τε καὶ ὁ λόχος, ἀλλ᾽ αὐτοῦ μένωσι, βοηθέοι ὀπίσω παρ᾽ ἐκείνους. [9.57.3] καὶ οἵ τε ἀμφὶ τὸν Ἀμομφάρετον παρεγίνοντό σφι καὶ ἡ ἵππος ἡ τῶν βαρβάρων προσέκειτο πᾶσα. οἱ γὰρ ἱππόται ἐποίευν οἷον καὶ ἐώθεσαν ποιέειν αἰεί, ἰδόντες δὲ τὸν χῶρον κεινὸν ἐν τῷ ἐτετάχατο οἱ Ἕλληνες τῇσι προτέρῃσι ἡμέρῃσι, ἤλαυνον τοὺς ἵππους αἰεὶ τὸ πρόσω καὶ ἅμα καταλαβόντες προσεκέατό σφι. |
[9.50.1] Με την εξέλιξη που πήραν τα πράματα, οι στρατηγοί των Ελλήνων, έτσι που ο στρατός στερήθηκε το νερό που έπινε και ξεθεωνόταν απ᾽ το ιππικό, συγκεντρώθηκαν σε σύσκεψη και γι᾽ αυτό το ζήτημα και για άλλα, αφού πήγαν και συνάντησαν τον Παυσανία στη δεξιά πτέρυγα· γιατί, μόλο που η κατάσταση διαμορφώθηκε όπως αναφέραμε, άλλες έγνοιες μεγαλύτερες τους έζωναν· γιατί δεν είχαν πια τρόφιμα κι οι αγωγιάτες τους, που τους είχαν στείλει στην Πελοπόννησο γι᾽ ανεφοδιασμό, είχαν αποκλειστεί απ᾽ το ιππικό και δεν μπορούσαν να φτάσουν στο στρατόπεδο. |