[68] Σκέψαι δ᾽ ὡς ἄξιόν ἐστιν τοῖς τοιούτοις τῶν ἔργων μάλιστ᾽ ἐπιχειρεῖν, ἐν οἷς κατορθώσας μὲν ἐνάμιλλον τὴν σαυτοῦ δόξαν καταστήσεις τοῖς πρωτεύσασιν, διαμαρτὼν δὲ τῆς προσδοκίας ἀλλ᾽ οὖν τήν γ᾽ εὔνοιαν κτήσει τὴν παρὰ τῶν Ἑλλήνων, ἣν πόλυ κάλλιόν ἐστιν λαβεῖν ἢ πολλὰς πόλεις τῶν Ἑλληνίδων κατὰ κράτος ἑλεῖν· τὰ μὲν γὰρ τοιαῦτα τῶν ἔργων φθόνον ἔχει καὶ δυσμένειαν καὶ πολλὰς βλασφημίας, οἷς δ᾽ ἡμεῖς συμβεβουλεύκαμεν οὐδὲν πρόσεστι τούτων. Ἀλλ᾽ εἴ τις θεῶν αἵρεσίν σοι δοίη, μετὰ ποίας ἂν ἐπιμελείας καὶ διατριβῆς εὔξαιο τὸν βίον διαγαγεῖν, οὐδεμίαν ἕλοι᾽ ἂν, εἴπερ ἐμοὶ συμβούλῳ χρῷο, μᾶλλον ἢ ταύτην. [69] Οὐ γὰρ μόνον ὑπὸ τῶν ἄλλων ἔσει ζηλωτὸς, ἀλλὰ καὶ σαυτὸν μακαριεῖς. Τίς γὰρ ἂν ὑπερβολὴ γένοιτο τῆς τοιαύτης εὐδαιμονίας, ὅταν πρέσβεις μὲν ἥκωσιν ἐκ τῶν μεγίστων πόλεων οἱ μάλιστ᾽ εὐδοκιμοῦντες εἰς τὴν σὴν δυναστείαν, μετὰ δὲ τούτων βουλεύῃ περὶ τῆς κοινῆς σωτηρίας, περὶ ἧς οὐδεὶς ἄλλος φανήσεται τοιαύτην πρόνοιαν πεποιημένος, [70] αἰσθάνῃ δὲ τὴν Ἑλλάδα πᾶσαν ὀρθὴν οὖσαν ἐφ᾽ οἷς σὺ τυγχάνεις εἰσηγούμενος, μηδεὶς δ᾽ ὀλιγώρως ἔχῃ τῶν παρὰ σοὶ βραβευομένων, ἀλλ᾽ οἱ μὲν πυνθάνωνται περὶ αὐτῶν ἐν οἷς ἐστὶν, οἱ δ᾽ εὔχωνταί σε μὴ διαμαρτεῖν ὧν ἐπεθυμήσας, οἱ δὲ δεδίωσιν μὴ πρότερόν τι πάθῃς πρὶν τέλος ἐπιθεῖναι τοῖς πραττομένοις; [71] Ὧν γιγνομένων πῶς οὐκ ἂν εἰκότως μέγα φρονοίης; πῶς δ᾽ οὐκ ἂν περιχαρὴς ὢν τὸν βίον διατελοίης, τηλικούτων εἰδὼς σαυτὸν πραγμάτων ἐπιστάτην γεγενημένον; Τίς δ᾽ οὐκ ἂν τῶν καὶ μετρίως λογιζομένων ταύτας ἄν σοι παραινέσειεν μάλιστα προαιρεῖσθαι τῶν πράξεων τὰς ἀμφότερα φέρειν ἅμα δυναμένας ὥσπερ καρποὺς, ἡδονάς θ᾽ ὑπερβαλλούσας καὶ τιμὰς ἀνεξαλείπτους.
|