ΑΘ. ἤδη κελεύω τούσδ᾽ ἀπὸ γνώμης φέρειν
675 ψῆφον δικαίαν, ὡς ἅλις λελεγμένων;
ΧΟ. ἡμῖν μὲν ἤδη πᾶν τετόξευται βέλος.
μένω δ᾽ ἀκοῦσαι πῶς ἀγὼν κριθήσεται.
ΑΘ. τί γάρ; πρὸς ὑμῶν πῶς τιθεῖσ᾽ ἄμομφος ὦ;
ΑΠ. ἠκούσαθ᾽ ὧν ἠκούσατ᾽, ἐν δὲ καρδίᾳ
680 ψῆφον φέροντες ὅρκον αἰδεῖσθε, ξένοι.
ΑΘ. κλύοιτ᾽ ἂν ἤδη θεσμόν, Ἀττικὸς λεώς,
πρώτας δίκας κρίνοντες αἵματος χυτοῦ.
ἔσται δὲ καὶ τὸ λοιπὸν Αἰγέως στρατῷ
αἰεὶ δικαστῶν τοῦτο βουλευτήριον.
685 πάγον δ᾽ † Ἄρειον τόνδ᾽, Ἀμαζόνων ἕδραν
σκηνάς θ᾽, ὅτ᾽ ἦλθον Θησέως κατὰ φθόνον
στρατηλατοῦσαι, καὶ πόλει νεόπτολιν
τήνδ᾽ ὑψίπυργον ἀντεπύργωσαν τότε,
Ἄρει δ᾽ ἔθυον, ἔνθεν ἔστ᾽ ἐπώνυμος
690 πέτρα πάγος τ᾽ Ἄρειος· ἐν δὲ τῷ σέβας
ἀστῶν φόβος τε ξυγγενὴς τὸ μὴ ἀδικεῖν
σχήσει τό τ᾽ ἦμαρ καὶ κατ᾽ εὐφρόνην ὁμῶς,
αὐτῶν πολιτῶν μὴ ᾽πικαινούντων νόμους
κακαῖς ἐπιρροαῖσι· βορβόρῳ δ᾽ ὕδωρ
695 λαμπρὸν μιαίνων οὔποθ᾽ εὑρήσεις ποτόν.
τὸ μήτ᾽ ἄναρχον μήτε δεσποτούμενον
ἀστοῖς περιστέλλουσι βουλεύω σέβειν,
καὶ μὴ τὸ δεινὸν πᾶν πόλεως ἔξω βαλεῖν.
τίς γὰρ δεδοικὼς μηδὲν ἔνδικος βροτῶν;
700 τοιόνδε τοι ταρβοῦντες ἐνδίκως σέβας
ἔρυμα [τε] χώρας καὶ πόλεως σωτήριον
ἔχοιτ᾽ ἄν, οἷον οὔτις ἀνθρώπων ἔχει,
οὔτ᾽ ἐν Σκύθῃσιν οὔτε Πέλοπος ἐν τόποις.
κερδῶν ἄθικτον τοῦτο βουλευτήριον,
705 αἰδοῖον, ὀξύθυμον, εὑδόντων ὕπερ
ἐγρηγορὸς φρούρημα γῆς καθίσταμαι.
ταύτην μὲν ἐξέτειν᾽ ἐμοῖς παραίνεσιν
ἀστοῖσιν ἐς τὸ λοιπόν· ὀρθοῦσθαι δὲ χρὴ
καὶ ψῆφον αἴρειν καὶ διαγνῶναι δίκην
710 αἰδουμένους τὸν ὅρκον. εἴρηται λόγος.
|