ΣΤΑΣΙΜΟΝ ΠΡΩΤΟΝ ΧΟ. ὦ Ζεῦ βασιλεῦ, νῦν ‹γὰρ› Περσῶν
τῶν μεγαλαύχων καὶ πολυάνδρων
στρατιὰν ὀλέσας
535 ἄστυ τὸ Σούσων ἠδ᾽ Ἀγβατάνων
πένθει δνοφερῷ κατέκρυψας·
πολλαὶ δ᾽ ἁπαλαῖς χερσὶ καλύπτρας
κατερεικόμεναι
διαμυδαλέους δάκρυσι κόλπους
540 τέγγουσ᾽, ἄλγους μετέχουσαι.
αἱ δ᾽ ἁβρόγοοι Περσίδες ἀνδρῶν
ποθέουσαι ἰδεῖν ἀρτιζυγίαν,
λέκτρων [τ᾽] εὐνὰς ἁβροχίτωνας,
χλιδανῆς ἥβης τέρψιν, ἀφεῖσαι,
545 πενθοῦσι γόοις ἀκορεστοτάτοις.
κἀγὼ δὲ μόρον τῶν οἰχομένων
αἴρω δοκίμως πολυπενθῆ.
— νῦν γὰρ δὴ πρόπασα μὲν στένει [στρ. α]
γαῖ᾽ Ἀσὶς ἐκκενουμένα.
550 Ξέρξης μὲν ἄγαγεν, ποποῖ,
Ξέρξης δ᾽ ἀπώλεσεν, τοτοῖ,
Ξέρξης
δὲ πάντ᾽ ἐπέσπε δυσφρόνως
βαρίδεσσι ποντίαις.
τίπτε Δαρεῖος μὲν οὕ-
555 τω τότ᾽ ἀβλαβὴς ἐπῆν,
τόξαρχος πολιήταις,
Σουσίδαις φίλος ἄκτωρ;
πεζοὺς γάρ σφε καὶ θαλασσίους [ἀντ α]
ὁμόπτεροι κυανώπιδες
νᾶες μὲν ἄγαγον, ποποῖ,
560 νᾶες δ᾽ ἀπώλεσαν, τοτοῖ,
νᾶες
πανωλέθροισιν ἐμβολαῖς,
διὰ δ᾽ Ἰαόνων χέρας.
τυτθὰ δ᾽ ἐκφυγεῖν ἄνακτ᾽
565 αὐτὸν ὡς ἀκούομεν
Θρῄκης ἂμ πεδιήρεις
δυσχίμους τε κελεύθους.
|