ΠΑΡΟΔΟΣ ΧΟΡΟΣ
Τάδε μὲν Περσῶν τῶν οἰχομένων
Ἑλλάδ᾽ ἐς αἶαν πιστὰ καλεῖται,
καὶ τῶν ἀφνεῶν καὶ πολυχρύσων
ἑδράνων φύλακες, κατὰ πρεσβείαν
5 οὓς αὐτὸς ἄναξ Ξέρξης βασιλεὺς
Δαρειογενὴς
εἵλετο χώρας ἐφορεύειν.
ἀμφὶ δὲ νόστῳ τῷ βασιλείῳ
καὶ πολυχρύσου στρατιᾶς ἤδη
10 κακόμαντις ἄγαν ὀρσολοπεῖται
θυμὸς ἔσωθεν.
πᾶσα γὰρ ἰσχὺς Ἀσιατογενὴς
οἴχωκε, νέον δ᾽ ἄνδρα βαΰζει,
κοὔτε τις ἄγγελος οὔτε τις ἱππεὺς
15 ἄστυ τὸ Περσῶν ἀφικνεῖται·
οἵτε τὸ Σούσων ἠδ᾽ Ἀγβατάνων
καὶ τὸ παλαιὸν Κίσσιον ἕρκος
προλιπόντες ἔβαν, τοὶ μὲν ἐφ᾽ ἵππων,
τοὶ δ᾽ ἐπὶ ναῶν, πεζοί τε βάδην
20 πολέμου στῖφος παρέχοντες·
οἷος Ἀμίστρης ἠδ᾽ Ἀρταφρένης
καὶ Μεγαβάτης ἠδ᾽ Ἀστάσπης,
ταγοὶ Περσῶν,
βασιλῆς βασιλέως ὕποχοι μεγάλου,
25 σοῦνται, στρατιᾶς πολλῆς ἔφοροι,
τοξοδάμαντές τ᾽ ἠδ᾽ ἱπποβάται,
φοβεροὶ μὲν ἰδεῖν, δεινοὶ δὲ μάχην
ψυχῆς εὐτλήμονι δόξῃ·
Ἀρτεμβάρης θ᾽ ἱππιοχάρμης
30 καὶ Μασίστρης, ὅ τε τοξοδάμας
ἐσθλὸς Ἰμαῖος Φαρανδάκης θ᾽,
ἵππων τ᾽ ἐλατὴρ Σοσθάνης.
ἄλλους δ᾽ ὁ μέγας καὶ πολυθρέμμων
Νεῖλος ἔπεμψεν· Σουσισκάνης,
35 Πηγασταγὼν Αἰγυπτογενής,
ὅ τε τῆς ἱερᾶς Μέμφιδος ἄρχων
μέγας Ἀρσάμης, τάς τ᾽ ὠγυγίους
Θήβας ἐφέπων Ἀριόμαρδος,
καὶ ἑλειοβάται ναῶν ἐρέται
40 δεινοὶ πλῆθός τ᾽ ἀνάριθμοι.
ἁβροδιαίτων δ᾽ ἕπεται Λυδῶν
ὄχλος, οἵτ᾽ ἐπίπαν ἠπειρογενὲς
κατέχουσιν ἔθνος, τοὺς Μητρογαθὴς
Ἀρκτεύς τ᾽ ἀγαθός, βασιλῆς δίοποι,
45 χαἰ πολύχρυσοι Σάρδεις ἐπόχους
πολλοῖς ἅρμασιν ἐξορμῶσιν,
δίρρυμά τε καὶ τρίρρυμα τέλη,
φοβερὰν ὄψιν προσιδέσθαι.
στεῦται δ᾽ ἱεροῦ Τμώλου πελάτης
50 ζυγὸν ἀμφιβαλεῖν δούλιον Ἑλλάδι,
Μάρδων, Θάρυβις, λόγχης ἄκμονες,
καὶ ἀκοντισταὶ Μυσοί· Βαβυλὼν δ᾽
ἡ πολύχρυσος πάμμεικτον ὄχλον
πέμπει σύρδην, ναῶν τ᾽ ἐπόχους
55 καὶ τοξουλκῷ λήματι πιστούς·
τὸ μαχαιροφόρον τ᾽ ἔθνος ἐκ πάσης
Ἀσίας ἕπεται
δειναῖς βασιλέως ὑπὸ πομπαῖς.
τοιόνδ᾽ ἄνθος Περσίδος αἴας
60 οἴχεται ἀνδρῶν,
οὓς πέρι πᾶσα χθὼν Ἀσιῆτις
θρέψασα πόθῳ στένεται μαλερῷ,
τοκέης τ᾽ ἄλοχοί θ᾽ ἡμερολεγδὸν
τείνοντα χρόνον τρομέονται.
|