ΗΜΙΧΟΡΙΟΝ Α’
παιθεὶς ἔπαισας.
ΗΜΙΧΟΡΙΟΝ Β’
σὺ δ᾽ ἔθανες κατακτανών.
― δορὶ δ᾽ ἔκανες. ― δορὶ δ᾽ ἔθανες.
― μελεοπόνος ― μελεοπαθής
― ἴτω γόος, ― ἴτω δάκρυ,)
965 ― πρόκεισαι, ― κατακτάς.
― ἠέ. ― ἠέ. [στρ. α]
― μαίνεται γόοισι φρήν.
― ἐντὸς δὲ καρδία στένει.
― ἰωιὼ πανδάκρυτε σύ.
970 ― σὺ δ᾽ αὖτε καὶ πανάθλιε.
― πρὸς φίλου ἔφθισο. ― καὶ φίλον ἔκτανες.
― διπλόα λέγειν. ― διπλόα δ᾽ ὁρᾶν.
― † ἀχέων τοίων τάδ᾽ ἐγγύθεν.
― πέλας δ᾽ αἵδ᾽ ἀδελφαὶ ἀδελφεῶν. †
975 ΧΟ. ἰὼ Μοῖρα βαρυδότειρα μογερά,
πότνιά τ᾽ Οἰδίπου σκιά·
μέλαιν᾽ Ἐρινύς, ἦ μεγασθενής τις εἶ.
― ἠέ. ― ἠέ. [ἀντ. α]
― δυσθέατα πήματα—
― ἐδείξατ᾽ ἐκ φυγᾶς ἐμοί.
980 ―. οὐδ᾽ ἵκεθ᾽ ὡς κατέκτανεν.
―σωθεὶς δὲ πνεῦμ᾽ ἀπώλεσεν.
― ὤλεσε δῆθ᾽ ‹ὅδε› ― καὶ τὸν ἐνόσφισεν.
― ὀλοὰ λέγειν. ― ὀλοὰ δ᾽ ὁρᾶν.
― † δύστονα κήδε᾽ ὁμώνυμα.
985 ― δίυγρα τριπάλτων πημάτων. †
ΧΟ. ἰὼ Μοῖρα βαρυδότειρα μογερά,
πότνιά τ᾽ Οἰδίπου σκιά·
μέλαιν᾽ Ἐρινύς, ἦ μεγασθενής τις εἶ.
― σὺ τοί νιν οἶσθα διαπερῶν,
990 ― σὺ δ᾽ οὐδὲν ὕστερος μαθών,
― ἐπεὶ κατῆλθες ἐς πόλιν,
―δορός γε τῷδ᾽ ἀντηρέτας.
― τάλαν γένος, ― τάλανα παθόν.
― ἰὼ πόνος, ― ἰὼ κακά,
995 ― δώμασι, ― καὶ χθονί,
― πρὸ πάντων δ᾽ ἐμοί.
― καὶ τὸ πρόσω γ᾽ ἐμοί.
― ἰὼ ἰώ, δυστόνων κακῶν ἄναξ,
Ἐτεόκλεις ἀρχαγέτα
1000 ― ἰώ, πάντων πολυπονωτάτω.
― ἰώ, δαιμονῶντ᾽ ἐν ἄτᾳ.
― ἰώ, ποῦ σφε θήσομεν χθονός;
― ἰώ, ὅπου τιμιώτατον.
― ἰὼ ἰώ, πῆμα πατρὶ πάρευνον.
|