ΙΩ. ἰώ μοί μοι.
ΧΟ. ἓ ἕ.
ΠΡ. σὺ δ᾽ αὖ κέκραγας κἀναμυχθίζῃ· τί που
δράσεις, ὅταν τὰ λοιπὰ πυνθάνῃ κακά;
745 ΧΟ. ἦ γάρ τι λοιπὸν τῇδε πημάτων ἐρεῖς;
ΠΡ. δυσχείμερόν γε πέλαγος ἀτηρᾶς δύης.
ΙΩ. τί δῆτ᾽ ἐμοὶ ζῆν κέρδος, ἀλλ᾽ οὐκ ἐν τάχει
ἔρριψ᾽ ἐμαυτὴν τῆσδ᾽ ἀπὸ στύφλου πέτρας,
ὅπως πέδοι σκήψασα τῶν πάντων πόνων
750 ἀπηλλάγην; κρεῖσσον γὰρ εἰσάπαξ θανεῖν
ἢ τὰς ἁπάσας ἡμέρας πάσχειν κακῶς.
ΠΡ. ἦ δυσπετῶν ἂν τοὺς ἐμοὺς ἄθλους φέροις,
ὅτῳ θανεῖν μέν ἐστιν οὐ πεπρωμένον·
αὕτη γὰρ ἦν ἂν πημάτων ἀπαλλαγή·
755 νῦν δ᾽ οὐδέν ἐστι τέρμα μοι προκείμενον
μόχθων, πρὶν ἂν Ζεὺς ἐκπέσῃ τυραννίδος.
ΙΩ. ἦ γάρ ποτ᾽ ἔστιν ἐκπεσεῖν ἀρχῆς Δία;
ΠΡ. ἥδοι᾽ ἄν, οἶμαι, τήνδ᾽ ἰδοῦσα συμφοράν.
ΙΩ. πῶς δ᾽ οὐκ ἄν, ἥτις ἐκ Διὸς πάσχω κακῶς;
760 ΠΡ. ὡς τοίνυν ὄντων τῶνδε γαθεῖν σοι πάρα.
ΙΩ. πρὸς τοῦ τύραννα σκῆπτρα συληθήσεται;
ΠΡ. πρὸς αὐτὸς αὐτοῦ κενοφρόνων βουλευμάτων.
ΙΩ. ποίῳ τρόπῳ; σήμηνον, εἰ μή τις βλάβη.
ΠΡ. γαμεῖ γάμον τοιοῦτον ᾧ ποτ᾽ ἀσχαλεῖ.
765 ΙΩ. θέορτον, ἢ βρότειον; εἰ ῥητόν, φράσον.
ΠΡ. τί δ᾽ ὅντιν᾽; οὐ γὰρ ῥητὸν αὐδᾶσθαι τόδε.
ΙΩ. ἦ πρὸς δάμαρτος ἐξανίσταται θρόνων;
ΠΡ. ἣ τέξεταί γε παῖδα φέρτερον πατρός.
ΙΩ. οὐδ᾽ ἔστιν αὐτῷ τῆσδ᾽ ἀποστροφὴ τύχης;
770 ΠΡ. οὐ δῆτα, πλὴν ἔγωγ᾽ ἂν ἐκ δεσμῶν λυθείς.
ΙΩ. τίς οὖν ὁ λύσων ἐστὶν ἄκοντος Διός;
ΠΡ. τῶν σῶν τιν᾽ αὐτὸν ἐγγόνων εἶναι χρεών.
ΙΩ. πῶς εἶπας; ἦ ᾽μὸς παῖς σ᾽ ἀπαλλάξει κακῶν;
ΠΡ. τρίτος γε γένναν πρὸς δέκ᾽ ἄλλαισιν γοναῖς.
775 ΙΩ. ἥδ᾽ οὐκέτ᾽ εὐξύμβλητος ἡ χρησμῳδία.
ΠΡ. καὶ μηδὲ σαυτῆς ἐκμαθεῖν ζήτει πόνους.
ΙΩ. μή μοι προτείνων κέρδος εἶτ᾽ ἀποστέρει.
ΠΡ. δυοῖν λόγοιν σε θατέρῳ δωρήσομαι.
ΙΩ. ποίοιν; πρόδειξον, αἵρεσίν τ᾽ ἐμοὶ δίδου.
780 ΠΡ. δίδωμ᾽· ἑλοῦ γάρ, ἢ πόνων τὰ λοιπά σοι
φράσω σαφηνῶς, ἢ τὸν ἐκλύσοντ᾽ ἐμέ.
ΧΟ. τούτων σὺ τὴν μὲν τῇδε, τὴν δ᾽ ἐμοὶ χάριν
θέσθαι θέλησον, μηδ᾽ ἀτιμάσῃς λόγου·
καὶ τῇδε μὲν γέγωνε τὴν λοιπὴν πλάνην,
785 ἐμοὶ δὲ τὸν λύσοντα· τοῦτο γὰρ ποθῶ.
|