Μνημοσύνη
Ψηφιακή Βιβλιοθήκη της Αρχαίας Ελληνικής Γραμματείας
Μνημοσύνης δ᾽ ἐξαῦτις ἐράσσατο καλλικόμοιο,
ἐξ ἧς οἱ Μοῦσαι χρυσάμπυκες ἐξεγένοντο
ἐννέα, τῇσιν ἅδον θαλίαι καὶ τέρψις ἀοιδῆς. Ησίοδος, Θεογονία 915-7
ΑΡΙΣΤΟΤΕΛΗΣ
Ἠθικὰ Νικομάχεια (1124a-1125a)
Δοκεῖ δὲ καὶ τὰ εὐτυχήματα συμβάλλεσθαι πρὸς μεγαλοψυχίαν. οἱ γὰρ εὐγενεῖς ἀξιοῦνται τιμῆς καὶ οἱ δυναστεύοντες ἢ πλουτοῦντες· ἐν ὑπεροχῇ γάρ, τὸ δ᾽ ἀγαθῷ ὑπερέχον πᾶν ἐντιμότερον. διὸ καὶ τὰ τοιαῦτα μεγαλοψυχοτέρους ποιεῖ· τιμῶνται γὰρ ὑπὸ τινῶν· κατ᾽ ἀλήθειαν δ᾽ ὁ ἀγαθὸς μόνος τιμητός· ᾧ δ᾽ ἄμφω ὑπάρχει, μᾶλλον ἀξιοῦται τιμῆς. οἱ δ᾽ ἄνευ ἀρετῆς τὰ τοιαῦτα ἀγαθὰ ἔχοντες οὔτε δικαίως ἑαυτοὺς μεγάλων ἀξιοῦσιν οὔτε ὀρθῶς μεγαλόψυχοι λέγονται· ἄνευ γὰρ ἀρετῆς παντελοῦς οὐκ ἔστι ταῦτα. ὑπερόπται δὲ καὶ ὑβρισταὶ καὶ οἱ τὰ τοιαῦτα ἔχοντες ἀγαθὰ γίνονται. ἄνευ γὰρ ἀρετῆς οὐ ῥᾴδιον φέρειν ἐμμελῶς τὰ εὐτυχήματα· οὐ δυνάμενοι δὲ [1124b] φέρειν καὶ οἰόμενοι τῶν ἄλλων ὑπερέχειν ἐκείνων μὲν καταφρονοῦσιν, αὐτοὶ δ᾽ ὅ τι ἂν τύχωσι πράττουσιν. μιμοῦνται γὰρ τὸν μεγαλόψυχον οὐχ ὅμοιοι ὄντες, τοῦτο δὲ δρῶσιν ἐν οἷς δύνανται· τὰ μὲν οὖν κατ᾽ ἀρετὴν οὐ πράττουσι, καταφρονοῦσι δὲ τῶν ἄλλων. ὁ μὲν γὰρ μεγαλόψυχος δικαίως καταφρονεῖ (δοξάζει γὰρ ἀληθῶς), οἱ δὲ πολλοὶ τυχόντως. οὐκ ἔστι δὲ μικροκίνδυνος οὐδὲ φιλοκίνδυνος διὰ τὸ ὀλίγα τιμᾶν, μεγαλοκίνδυνος δέ, καὶ ὅταν κινδυνεύῃ, ἀφειδὴς τοῦ βίου ὡς οὐκ ἄξιον ὂν πάντως ζῆν. καὶ οἷος εὖ ποιεῖν, εὐεργετούμενος δ᾽ αἰσχύνεται· τὸ μὲν γὰρ ὑπερέχοντος, τὸ δ᾽ ὑπερεχομένου. καὶ ἀντευεργετικὸς πλειόνων· οὕτω γάρ οἱ προσοφλήσει ὁ ὑπάρξας καὶ ἔσται εὖ πεπονθώς. δοκοῦσι δὲ καὶ μνημονεύειν οὗ ἂν ποιήσωσιν εὖ, ὧν δ᾽ ἂν πάθωσιν οὔ (ἐλάττων γὰρ ὁ παθὼν εὖ τοῦ ποιήσαντος, βούλεται δ᾽ ὑπερέχειν), καὶ τὰ μὲν ἡδέως ἀκούειν, τὰ δ᾽ ἀηδῶς· διὸ καὶ τὴν Θέτιν οὐ λέγειν τὰς εὐεργεσίας τῷ Διί, οὐδ᾽ οἱ Λάκωνες πρὸς τοὺς Ἀθηναίους, ἀλλ᾽ ἃ πεπόνθεσαν εὖ. μεγαλοψύχου δὲ καὶ τὸ μηδενὸς δεῖσθαι ἢ μόλις, ὑπηρετεῖν δὲ προθύμως, καὶ πρὸς μὲν τοὺς ἐν ἀξιώματι καὶ εὐτυχίαις μέγαν εἶναι, πρὸς δὲ τοὺς μέσους μέτριον· τῶν μὲν γὰρ ὑπερέχειν χαλεπὸν καὶ σεμνόν, τῶν δὲ ῥᾴδιον, καὶ ἐπ᾽ ἐκείνοις μὲν σεμνύνεσθαι οὐκ ἀγεννές, ἐν δὲ τοῖς ταπεινοῖς φορτικόν, ὥσπερ εἰς τοὺς ἀσθενεῖς ἰσχυρίζεσθαι· καὶ εἰς τὰ ἔντιμα μὴ ἰέναι, ἢ οὗ πρωτεύουσιν ἄλλοι· καὶ ἀργὸν εἶναι καὶ μελλητὴν ἀλλ᾽ ἢ ὅπου τιμὴ μεγάλη ἢ ἔργον, καὶ ὀλίγων μὲν πρακτικόν, μεγάλων δὲ καὶ ὀνομαστῶν. ἀναγκαῖον δὲ καὶ φανερομισῆ εἶναι καὶ φανερόφιλον (τὸ γὰρ λανθάνειν φοβουμένου, καὶ ἀμελεῖν τῆς ἀληθείας μᾶλλον ἢ τῆς δόξης), καὶ λέγειν καὶ πράττειν φανερῶς· παρρησιαστὴς γὰρ διὰ τὸ καταφρονητικὸς εἶναι, καὶ ἀληθευτικός, πλὴν ὅσα μὴ δι᾽ εἰρωνείαν [εἰρωνεία δὲ] πρὸς τοὺς πολλούς, καὶ πρὸς ἄλλον μὴ δύνασθαι ζῆν [1125a] ἀλλ᾽ ἢ φίλον· δουλικὸν γάρ· διὸ καὶ πάντες οἱ κόλακες θητικοὶ καὶ οἱ ταπεινοὶ κόλακες. οὐδὲ θαυμαστικός· οὐδὲν γὰρ μέγα αὐτῷ ἐστίν. οὐδὲ μνησίκακος· οὐ γὰρ μεγαλοψύχου τὸ ἀπομνημονεύειν, ἄλλως τε καὶ κακά, ἀλλὰ μᾶλλον παρορᾶν. οὐδ᾽ ἀνθρωπολόγος· οὔτε γὰρ περὶ αὑτοῦ ἐρεῖ οὔτε περὶ ἑτέρου· οὔτε γὰρ ἵνα ἐπαινῆται μέλει αὐτῷ οὔθ᾽ ὅπως οἱ ἄλλοι ψέγωνται· οὐδ᾽ αὖ ἐπαινετικός ἐστιν· διόπερ οὐδὲ κακολόγος, οὐδὲ τῶν ἐχθρῶν, εἰ μὴ δι᾽ ὕβριν. καὶ περὶ ἀναγκαίων ἢ μικρῶν ἥκιστα ὀλοφυρτικὸς καὶ δεητικός· σπουδάζοντος γὰρ οὕτως ἔχειν περὶ ταῦτα. καὶ οἷος κεκτῆσθαι μᾶλλον τὰ καλὰ καὶ ἄκαρπα τῶν καρπίμων καὶ ὠφελίμων· αὐτάρκους γὰρ μᾶλλον. καὶ κίνησις δὲ βραδεῖα τοῦ μεγαλοψύχου δοκεῖ εἶναι, καὶ φωνὴ βαρεῖα, καὶ λέξις στάσιμος· οὐ γὰρ σπευστικὸς ὁ περὶ ὀλίγα σπουδάζων, οὐδὲ σύντονος ὁ μηδὲν μέγα οἰόμενος· ἡ δ᾽ ὀξυφωνία καὶ ἡ ταχυτὴς διὰ τούτων. |
Υπάρχει η γνώμη ότι τα αγαθά που χαρίζει η τύχη συμβάλλουν και αυτά στη μεγαλοψυχία. Οι άνθρωποι, πράγματι, που έχουν αριστοκρατική καταγωγή θεωρούνται άξιοι τιμής, το ίδιο και οι άνθρωποι που έχουν δύναμη ή πλούτο. Ο λόγος είναι ότι οι άνθρωποι αυτοί βρίσκονται σε κατάσταση υπεροχής, και καθετί που υπερέχει σε κάτι καλό, τιμάται πιο πολύ. Γι᾽ αυτό και αυτού του είδους τα αγαθά κάνουν τους ανθρώπους αυτούς πιο μεγαλόψυχους· γιατί τιμώνται από κάποιους. Στην πραγματικότητα όμως τιμή πρέπει να αποδίδεται μόνο στον άνθρωπο που έχει αρετή. Όποιος, πάντως, τα έχει και τα δύο, θεωρείται σε ακόμη μεγαλύτερο βαθμό άξιος τιμής. Αυτοί όμως που έχουν αυτού του είδους τα αγαθά δίχως να έχουν αρετή, ούτε το δικαίωμα να θεωρούν τον εαυτό τους άξιο τιμής έχουν ούτε είναι σωστό να λέγονται «μεγαλόψυχοι»· γιατί αυτά τα πράγματα προϋποθέτουν την τέλεια αρετή. |