1045ΧΟ. βαρύς τε καὶ βαρεῖαν ὁ ξένος φάτιν
τήνδ᾽ εἶπ᾽, Ὀδυσσεῦ, κοὐχ ὑπείκουσαν κακοῖς.
ΟΔ. πόλλ᾽ ἂν λέγειν ἔχοιμι πρὸς τὰ τοῦδ᾽ ἔπη,
εἴ μοι παρείκοι· νῦν δ᾽ ἑνὸς κρατῶ λόγου.
οὗ γὰρ τοιούτων δεῖ, τοιοῦτός εἰμ᾽ ἐγώ·
1050χὥπου δικαίων κἀγαθῶν ἀνδρῶν κρίσις,
οὐκ ἂν λάβοις μου μᾶλλον οὐδέν᾽ εὐσεβῆ.
νικᾶν γε μέντοι πανταχοῦ χρῄζων ἔφυν,
πλὴν ἐς σέ· νῦν δὲ σοί γ᾽ ἑκὼν ἐκστήσομαι.
ἄφετε γὰρ αὐτόν, μηδὲ προσψαύσητ᾽ ἔτι·
1055ἐᾶτε μίμνειν. οὐδὲ σοῦ προσχρῄζομεν,
τά γ᾽ ὅπλ᾽ ἔχοντες ταῦτ᾽· ἐπεὶ πάρεστι μὲν
Τεῦκρος παρ᾽ ἡμῖν, τήνδ᾽ ἐπιστήμην ἔχων,
ἐγώ θ᾽, ὃς οἶμαι σοῦ κάκιον οὐδὲν ἂν
τούτων κρατύνειν, μηδ᾽ ἐπιθύνειν χερί.
1060τί δῆτα σοῦ δεῖ; χαῖρε τὴν Λῆμνον πατῶν.
ἡμεῖς δ᾽ ἴωμεν. καὶ τάχ᾽ ἂν τὸ σὸν γέρας
τιμὴν ἐμοὶ νείμειεν, ἣν σὲ χρῆν ἔχειν.
ΦΙ. οἴμοι· τί δράσω δύσμορος; σὺ τοῖς ἐμοῖς
ὅπλοισι κοσμηθεὶς ἐν Ἀργείοις φανῇ;
1065ΟΔ. μή μ᾽ ἀντιφώνει μηδέν, ὡς στείχοντα δή.
ΦΙ. ὦ σπέρμ᾽ Ἀχιλλέως, οὐδὲ σοῦ φωνῆς ἔτι
γενήσομαι προσφθεγκτός, ἀλλ᾽ οὕτως ἄπει;
ΟΔ. χώρει σύ· μὴ πρόσλευσσε, γενναῖός περ ὤν,
ἡμῶν ὅπως μὴ τὴν τύχην διαφθερεῖς.
1070ΦΙ. ἦ καὶ πρὸς ὑμῶν ὧδ᾽ ἐρῆμος, ὦ ξένοι,
λειφθήσομαι δὴ κοὐκ ἐποικτερεῖτέ με;
ΧΟ. ὅδ᾽ ἐστὶν ἡμῶν ναυκράτωρ ὁ παῖς. ὅσ᾽ ἂν
οὗτος λέγῃ σοι, ταῦτά σοι χἡμεῖς φαμεν.
ΝΕ. ἀκούσομαι μὲν ὡς ἔφυν οἴκτου πλέως
1075πρὸς τοῦδ᾽· ὅμως δὲ μείνατ᾽, εἰ τούτῳ δοκεῖ,
χρόνον τοσοῦτον, εἰς ὅσον τὰ τῆς νεὼς
στείλωσι ναῦται καὶ θεοῖς εὐξώμεθα.
χοὖτος τάχ᾽ ἂν φρόνησιν ἐν τούτῳ λάβοι
λῴω τιν᾽ ἡμῖν. νὼ μὲν οὖν ὁρμώμεθον,
1080ὑμεῖς δ᾽, ὅταν καλῶμεν, ὁρμᾶσθαι ταχεῖς.
|