ΑΓ. οὕτως γένοιτο. τὸν δὲ πέμπτον αὖ λέγω,
πέμπταισι προσταχθέντα Βορραίαις πύλαις,
τύμβον κατ᾽ αὐτὸν Διογενοῦς Ἀμφίονος·
ὄμνυσι δ᾽ αἰχμὴν ἣν ἔχει, μᾶλλον θεοῦ
530 σέβειν πεποιθὼς ὀμμάτων θ᾽ ὑπέρτερον,
ἦ μὴν λαπάξειν ἄστυ Καδμείων βίᾳ
Διός· τόδ᾽ αὐδᾷ μητρὸς ἐξ ὀρεσκόου
βλάστημα καλλίπρῳρον, ἀνδρόπαις ἀνήρ.
στείχει δ᾽ ἴουλος ἄρτι διὰ παρηίδων,
535 ὥρας φυούσης, ταρφὺς ἀντέλλουσα θρίξ.
ὁ δ᾽ ὠμόν, οὔτι παρθένων ἐπώνυμον,
537 φρόνημα, γοργὸν δ᾽ ὄμμ᾽ ἔχων, προσίσταται
547 Παρθενοπαῖος Ἀρκάς· ὁ δὲ τοιόσδ᾽ ἀνὴρ
548 μέτοικος, Ἄργει δ᾽ ἐκτίνων καλὰς τροφάς.
549 [πύργοις ἀπειλεῖ τοῖσδ᾽ ἃ μὴ κραίνοι θεός]
545 ἐλθὼν δ᾽ ἔοικεν οὐ καπηλεύσειν μάχην,
546 μακρᾶς κελεύθου δ᾽ οὐ καταισχυνεῖν πόρον.
538 οὐ μὴν ἀκόμπαστός γ᾽ ἐφίσταται πύλαις·
τὸ γὰρ πόλεως ὄνειδος ἐν χαλκηλάτῳ
540 σάκει, κυκλωτῷ σώματος προβλήματι,
Σφίγγ᾽ ὠμόσιτον προσμεμηχανημένην
γόμφοις ἐνώμα, λαμπρὸν ἔκκρουστον δέμας,
φέρει δ᾽ ὑφ᾽ αὑτῇ φῶτα Καδμείων ἕνα,
ὡς πλεῖστ᾽ ἐπ᾽ ἀνδρὶ τῷδ᾽ ἰάπτεσθαι βέλη.
550 ΕΤ. εἰ γὰρ τύχοιεν ὧν φρονοῦσι πρὸς θεῶν,
αὐτοῖς ἐκείνοις ἀνοσίοις κομπάσμασιν·
ἦ τἂν πανώλεις παγκάκως τ᾽ ὀλοίατο.
ἔστιν δὲ καὶ τῷδ᾽, ὃν λέγεις τὸν Ἀρκάδα,
ἀνὴρ ἄκομπος, χεὶρ δ᾽ ὁρᾷ τὸ δράσιμον,
555 Ἄκτωρ, ἀδελφὸς τοῦ πάρος λελεγμένου·
ὃς οὐκ ἐάσει γλῶσσαν ἐργμάτων ἄτερ
εἴσω πυλῶν ῥέουσαν ἀλδαίνειν κακά,
οὐδ᾽ εἰσαμεῖψαι θηρὸς ἐχθίστου δάκος
[εἰκὼ φέροντα πολεμίας ἐπ᾽ ἀσπίδος]
560 ἔξωθεν εἴσω. τῷ φέροντι μέμψεται,
πυκνοῦ κροτησμοῦ τυγχάνουσ᾽ ὑπὸ πτόλιν.
θεῶν θελόντων κἂν ἀληθεύσαιμ᾽ ἐγώ.
ΧΟ. ἱκνεῖται λόγος διὰ στηθέων, [στρ. γ]
τριχὸς δ᾽ ὀρθίας πλόκαμος ἵσταται·
565 μεγάλα μεγαληγόρων κλύοντες
ἀνοσίων ἀνδρῶν, εἰ θεοὶ θεοί,
τούσδ᾽ ὀλέσειαν ἐν γᾷ.
|