[10] Ἀλλ’ ὅτι μὲν δὴ δεῖ βοηθεῖν, εἴποι τις ἄν, πάντες ἐγνώ-
καμεν, καὶ βοηθήσομεν· τὸ δ’ ὅπως, τοῦτο λέγε. μὴ τοίνυν,
ὦ ἄνδρες Ἀθηναῖοι, θαυμάσητε, ἂν παράδοξον εἴπω τι τοῖς
πολλοῖς. νομοθέτας καθίσατε. ἐν δὲ τούτοις τοῖς νομο-
θέταις μὴ θῆσθε νόμον μηδένα (εἰσὶ γὰρ ὑμῖν ἱκανοί), ἀλλὰ
τοὺς εἰς τὸ παρὸν βλάπτοντας ὑμᾶς λύσατε. [11] λέγω τοὺς
περὶ τῶν θεωρικῶν, σαφῶς οὑτωσί, καὶ τοὺς περὶ τῶν
στρατευομένων ἐνίους, ὧν οἱ μὲν τὰ στρατιωτικὰ τοῖς οἴκοι
μένουσι διανέμουσι θεωρικά, οἱ δὲ τοὺς ἀτακτοῦντας ἀθῴους
καθιστᾶσιν, εἶτα καὶ τοὺς τὰ δέοντα ποιεῖν βουλομένους
ἀθυμοτέρους ποιοῦσιν. ἐπειδὰν δὲ ταῦτα λύσητε καὶ τὴν
τοῦ τὰ βέλτιστα λέγειν ὁδὸν παράσχητ’ ἀσφαλῆ, τηνικαῦτα
τὸν γράψονθ’ ἃ πάντες ἴσθ’ ὅτι συμφέρει ζητεῖτε. [12] πρὶν δὲ
ταῦτα πρᾶξαι, μὴ σκοπεῖτε τίς εἰπὼν τὰ βέλτισθ’ ὑπὲρ ὑμῶν
ὑφ’ ὑμῶν ἀπολέσθαι βουλήσεται· οὐ γὰρ εὑρήσετε, ἄλλως
τε καὶ τούτου μόνου περιγίγνεσθαι μέλλοντος, παθεῖν ἀδίκως
τι κακὸν τὸν ταῦτ’ εἰπόντα καὶ γράψαντα, μηδὲν δ’ ὠφελῆσαι
τὰ πράγματα, ἀλλὰ καὶ εἰς τὸ λοιπὸν μᾶλλον ἔτ’ ἢ νῦν τὸ
τὰ βέλτιστα λέγειν φοβερώτερον ποιῆσαι. καὶ λύειν γ’, ὦ
ἄνδρες Ἀθηναῖοι, τοὺς νόμους δεῖ τούτους τοὺς αὐτοὺς ἀξιοῦν
οἵπερ καὶ τεθήκασιν· [13] οὐ γάρ ἐστι δίκαιον, τὴν μὲν χάριν, ἣ
πᾶσαν ἔβλαπτε τὴν πόλιν, τοῖς τότε θεῖσιν ὑπάρχειν, τὴν
δ’ ἀπέχθειαν, δι’ ἧς ἂν ἅπαντες ἄμεινον πράξαιμεν, τῷ νῦν
τὰ βέλτιστ’ εἰπόντι ζημίαν γενέσθαι. πρὶν δὲ ταῦτ’ εὐτρε-
πίσαι, μηδαμῶς, ὦ ἄνδρες Ἀθηναῖοι, μηδέν’ ἀξιοῦτε τηλι-
κοῦτον εἶναι παρ’ ὑμῖν ὥστε τοὺς νόμους τούτους παραβάντα
μὴ δοῦναι δίκην, μηδ’ οὕτως ἀνόητον ὥστ’ εἰς προὖπτον
κακὸν αὑτὸν ἐμβαλεῖν.