[68] Ὡς τοίνυν οὐδ’ ἐπιτήδειον νόμον ὑμῖν οὐδὲ συμφέροντ’
εἰσενήνοχεν, τοῦτ’ ἤδη πειράσομαι νυνὶ δεικνύειν. οἶμαι δὴ
πάντας ἂν ὑμᾶς ὁμολογῆσαι, δεῖν τὸν ὀρθῶς ἔχοντα νόμον
καὶ συνοίσειν μέλλοντα τῷ πλήθει πρῶτον μὲν ἁπλῶς καὶ
πᾶσι γνωρίμως γεγράφθαι, καὶ μὴ τῷ μὲν εἶναι ταυτὶ περὶ
αὐτοῦ νομίζειν, τῷ δὲ ταυτί. ἔπειτ’ εἶναι δυνατὰς τὰς
πράξεις ἃς δεῖ γίγνεσθαι διὰ τοῦ νόμου· εἰ γὰρ αὖ καλῶς
μὲν ἔχοι, μὴ δυνατὸν δέ τι φράζοι, εὐχῆς, οὐ νόμου διαπράτ-
τοιτ’ ἂν ἔργον. [69] πρὸς δὲ τούτοις μηδενὶ τῶν ἀδικούντων
φαίνεσθαι μηδεμίαν διδόντα ῥᾳστώνην. εἰ γὰρ δημοτικόν
τις ὑπείληφεν τὸ πράους εἶναι τοὺς νόμους, τίσιν τούτοις
προσεξεταζέτω, κἄνπερ ὀρθῶς βούληται σκοπεῖν, εὑρήσει
τοῖς κρίνεσθαι μέλλουσιν, οὐ τοῖς ἐξεληλεγμένοις· ἐν μὲν
γὰρ τοῖς ἄδηλον εἴ τις ἔστ’ ἀδίκως διαβεβλημένος, τοῖς δ’
οὐδὲ λόγος λείπεται τὸ μὴ οὐ πονηροῖς εἶναι. [70] τούτων τοίνυν
ὧν διεξελήλυθ’ ἐγὼ νῦν οὐδ’ ὁτιοῦν οὗτος ἔχων ὁ νόμος
φανήσεται, τἀναντία δ’ ἑξῆς πάντα. πολλαχόθεν μὲν οὖν ἄν
τις ἔχοι τοῦτο διδάσκειν, μάλιστα δὲ τὸν νόμον αὐτὸν ὃν
τέθηκε διεξιών. ἔστι γὰρ οὐ τὸ μὲν αὐτοῦ καλῶς κείμενον,
τὸ δ’ ἡμαρτημένον, ἀλλ’ ὅλος ἐξ ἀρχῆς, ἀπὸ τῆς πρώτης
συλλαβῆς μέχρι τῆς τελευταίας, ἐφ’ ὑμῖν κεῖται. [71] λαβὲ δ’
αὐτοῖς τὴν γραφὴν αὐτήν, καὶ μέχρι τοῦ πρώτου μέρους
ἀνάγνωθι τὸν νόμον· ῥᾷστα γὰρ οὕτως ἐγώ τε διδάξω καὶ
ὑμεῖς μαθήσεσθ’ ἃ λέγω.