[48] Ἀκούετ’, ὦ ἄνδρες Ἀθηναῖοι, τοῦ νόμου τῆς φιλανθρω-
πίας, ὃς οὐδὲ τοὺς δούλους ὑβρίζεσθαι ἀξιοῖ. τί οὖν πρὸς
θεῶν; εἴ τις εἰς τοὺς βαρβάρους ἐνεγκὼν τὸν νόμον τοῦτον,
παρ’ ὧν τὰ ἀνδράποδ’ εἰς τοὺς Ἕλληνας κομίζεται, ἐπαινῶν
ὑμᾶς καὶ διεξιὼν περὶ τῆς πόλεως εἴποι πρὸς αὐτοὺς ὅτι
[49] «εἰσὶν Ἕλληνές τινες ἄνθρωποι οὕτως ἥμεροι καὶ φιλάν-
θρωποι τοὺς τρόπους ὥστε πόλλ’ ὑφ’ ὑμῶν ἠδικημένοι, καὶ
φύσει τῆς πρὸς ὑμᾶς ἔχθρας αὐτοῖς ὑπαρχούσης πατρικῆς,
ὅμως οὐδ’ ὅσων ἂν τιμὴν καταθέντες δούλους κτήσωνται,
οὐδὲ τούτους ὑβρίζειν ἀξιοῦσιν, ἀλλὰ νόμον δημοσίᾳ τὸν
ταῦτα κωλύσοντα τέθεινται τουτονὶ καὶ πολλοὺς ἤδη παρα-
βάντας τὸν νόμον τοῦτον ἐζημιώκασιν θανάτῳ», [50] εἰ ταῦτ’
ἀκούσειαν καὶ συνεῖεν οἱ βάρβαροι, οὐκ ἂν οἴεσθε δημοσίᾳ
πάντας ὑμᾶς προξένους αὑτῶν ποιήσασθαι; τὸν τοίνυν οὐ
παρὰ τοῖς Ἕλλησιν μόνον εὐδοκιμοῦντα νόμον, ἀλλὰ καὶ
παρὰ τοῖς βαρβάροις εὖ δόξαντ’ ἂν ἔχειν, σκοπεῖσθ’ ὁ
παραβὰς ἥντινα δοὺς δίκην ἀξίαν ἔσται δεδωκώς.