ΚΡ. Ἴτω, ἴτω,
φανήτω μόρων ὁ κάλλιστ’ ἐμῶν
(1330) ἐμοὶ τερμίαν ἄγων ἁμέραν
ὕπατος· ἴτω, ἴτω,
ὅπως μηκέτ’ ἆμαρ ἄλλ’ εἰσίδω.
ΧΟ. Μέλλοντα ταῦτα. Τῶν προκειμένων τι χρὴ
(1335) πράσσειν· μέλει γὰρ τῶνδ’ ὅτοισι χρὴ μέλειν.
ΚΡ. Ἀλλ’ ὧν ἐρῶμεν ταῦτα συγκατηυξάμην.
ΧΟ. Μή νυν προσεύχου μηδέν· ὡς πεπρωμένης
οὐκ ἔστι θνητοῖς συμφορᾶς ἀπαλλαγή.
ΚΡ. Ἄγοιτ’ ἂν μάταιον ἄνδρ’ ἐκποδών,
(1340) ὅς, ὦ παῖ, σέ τ’ οὐχ ἑκὼν κατέκανον
σέ τ’ αὖ τάνδ’, ὤμοι μέλεος, οὐδ’ ἔχω
πρὸς πότερον ἴδω, πᾷ κλιθῶ· πάντα γὰρ
(1345) λέχρια τἀν χεροῖν, τὰ δ’ ἐπὶ κρατί μοι
πότμος δυσκόμιστος εἰσήλατο.
ΧΟ. Πολλῷ τὸ φρονεῖν εὐδαιμονίας
πρῶτον ὑπάρχει· χρὴ δὲ τά γ’ εἰς θεοὺς
(1350) μηδὲν ἀσεπτεῖν; μεγάλοι δὲ λόγοι
μεγάλας πληγὰς τῶν ὑπεραύχων
ἀποτείσαντες
γήρᾳ τὸ φρονεῖν ἐδίδαξαν.