Ἔστιν δὲ τῆς ῥητορικῆς εἴδη τρία τὸν ἀριθμόν· τοσοῦτοι
γὰρ καὶ οἱ ἀκροαταὶ τῶν λόγων ὑπάρχουσιν ὄντες. σύγ-
κειται μὲν γὰρ ἐκ τριῶν ὁ λόγος, ἔκ τε τοῦ λέγοντος καὶ
[1358b] περὶ οὗ λέγει καὶ πρὸς ὅν, καὶ τὸ τέλος πρὸς τοῦτόν ἐστιν,
λέγω δὲ τὸν ἀκροατήν. ἀνάγκη δὲ τὸν ἀκροατὴν ἢ θεωρὸν
εἶναι ἢ κριτήν, κριτὴν δὲ ἢ τῶν γεγενημένων ἢ τῶν μελ-
λόντων. ἔστιν δ’ ὁ μὲν περὶ τῶν μελλόντων κρίνων ὁ ἐκ-
(5) κλησιαστής, ὁ δὲ περὶ τῶν γεγενημένων [οἷον] ὁ δικαστής, ὁ
δὲ περὶ τῆς δυνάμεως ὁ θεωρός, ὥστ’ ἐξ ἀνάγκης ἂν εἴη
τρία γένη τῶν λόγων τῶν ῥητορικῶν, συμβουλευτικόν, δικα-
νικόν, ἐπιδεικτικόν. συμβουλῆς δὲ τὸ μὲν προτροπή, τὸ
δὲ ἀποτροπή· ἀεὶ γὰρ καὶ οἱ ἰδίᾳ συμβουλεύοντες καὶ οἱ
(10) κοινῇ δημηγοροῦντες τούτων θἄτερον ποιοῦσιν. δίκης δὲ τὸ μὲν
κατηγορία, τὸ δ’ ἀπολογία· τούτων γὰρ ὁποτερονοῦν ποιεῖν
ἀνάγκη τοὺς ἀμφισβητοῦντας. ἐπιδεικτικοῦ δὲ τὸ μὲν ἔπ-
αινος τὸ δὲ ψόγος. χρόνοι δὲ ἑκάστου τούτων εἰσὶ τῷ μὲν
συμβουλεύοντι ὁ μέλλων (περὶ γὰρ τῶν ἐσομένων συμβου-
(15) λεύει ἢ προτρέπων ἢ ἀποτρέπων), τῷ δὲ δικαζομένῳ ὁ γε-
νόμενος (περὶ γὰρ τῶν πεπραγμένων ἀεὶ ὁ μὲν κατηγορεῖ
ὁ δὲ ἀπολογεῖται), τῷ δ’ ἐπιδεικτικῷ κυριώτατος μὲν ὁ
παρών (κατὰ γὰρ τὰ ὑπάρχοντα ἐπαινοῦσιν ἢ ψέγουσιν
πάντες), προσχρῶνται δὲ πολλάκις καὶ τὰ γενόμενα ἀνα-
(20) μιμνήσκοντες καὶ τὰ μέλλοντα προεικάζοντες. τέλος δὲ
ἑκάστοις τούτων ἕτερόν ἐστι, καὶ τρισὶν οὖσι τρία, τῷ μὲν
συμβουλεύοντι τὸ συμφέρον καὶ βλαβερόν· ὁ μὲν γὰρ
προτρέπων ὡς βέλτιον συμβουλεύει, ὁ δὲ ἀποτρέπων ὡς
χείρονος ἀποτρέπει, τὰ δ’ ἄλλα πρὸς τοῦτο συμπαραλαμ-
(25) βάνει, ἢ δίκαιον ἢ ἄδικον, ἢ καλὸν ἢ αἰσχρόν· τοῖς δὲ
δικαζομένοις τὸ δίκαιον καὶ τὸ ἄδικον, τὰ δ’ ἄλλα καὶ οὗτοι
συμπαραλαμβάνουσι πρὸς ταῦτα· τοῖς δ’ ἐπαινοῦσιν καὶ
ψέγουσιν τὸ καλὸν καὶ τὸ αἰσχρόν, τὰ δ’ ἄλλα καὶ οὗτοι
πρὸς ταῦτα ἐπαναφέρουσιν. σημεῖον δ’ ὅτι τὸ εἰρημένον
(30) ἑκάστοις τέλος· περὶ μὲν γὰρ τῶν ἄλλων ἐνίοτε οὐκ ἂν
ἀμφισβητήσαιεν, οἷον ὁ δικαζόμενος ὡς οὐ γέγονεν ἢ
οὐκ ἔβλαψεν· ὅτι δ’ ἀδικεῖ οὐδέποτ’ ἂν ὁμολογήσειεν·
οὐδὲν γὰρ ἂν ἔδει δίκης. ὁμοίως δὲ καὶ οἱ συμβουλεύοντες
τὰ μὲν ἄλλα πολλάκις προΐενται, ὡς δὲ ἀσύμφορα συμ-
(35) βουλεύουσιν ἢ ἀπ’ ὠφελίμων ἀποτρέπουσιν οὐκ ἂν ὁμολογή-
σαιεν· ὡς δ’ [οὐκ] ἄδικον τοὺς ἀστυγείτονας καταδουλοῦσθαι
καὶ τοὺς μηδὲν ἀδικοῦντας, πολλάκις οὐδὲν φροντίζουσιν.
ὁμοίως δὲ καὶ οἱ ἐπαινοῦντες καὶ οἱ ψέγοντες οὐ σκοποῦσιν
[1359a] εἰ συμφέροντα ἔπραξεν ἢ βλαβερά, ἀλλὰ καὶ ἐν ἐπαίνῳ
πολλάκις τιθέασιν ὅτι ὀλιγωρήσας τοῦ αὑτῷ λυσιτελοῦντος
ἔπραξεν ὅ τι καλόν, οἷον Ἀχιλλέα ἐπαινοῦσιν ὅτι ἐβοήθησε
τῷ ἑταίρῳ Πατρόκλῳ εἰδὼς ὅτι δεῖ αὐτὸν ἀποθανεῖν ἐξὸν ζῆν.
(5) τούτῳ δὲ ὁ μὲν τοιοῦτος θάνατος κάλλιον, τὸ δὲ ζῆν συμφέρον.
φανερὸν δὲ ἐκ τῶν εἰρημένων ὅτι ἀνάγκη περὶ τού-
των ἔχειν πρῶτον τὰς προτάσεις· τὰ γὰρ τεκμήρια καὶ
τὰ εἰκότα καὶ τὰ σημεῖα προτάσεις εἰσὶν ῥητορικαί· ὅλως
μὲν γὰρ συλλογισμὸς ἐκ προτάσεών ἐστιν, τὸ δ’ ἐνθύμημα
(10) συλλογισμός ἐστι συνεστηκὼς ἐκ τῶν εἰρημένων προτάσεων.
ἐπεὶ δὲ οὔτε πραχθῆναι οἷόν τε οὔτε πεπρᾶχθαι τὰ ἀδύ-
νατα ἀλλὰ τὰ δυνατά, οὐδὲ τὰ μὴ γενόμενα ἢ μὴ ἐσό-
μενα [οὐχ] οἷόν τε τὰ μὲν πεπρᾶχθαι, τὰ δὲ πραχθήσεσθαι,
ἀναγκαῖον καὶ τῷ συμβουλεύοντι καὶ τῷ δικαζομένῳ καὶ
(15) τῷ ἐπιδεικτικῷ ἔχειν προτάσεις περὶ δυνατοῦ καὶ ἀδυνάτου,
καὶ εἰ γέγονεν ἢ μή, καὶ εἰ ἔσται ἢ μή. ἔτι δὲ ἐπεὶ ἅπαν-
τες, καὶ ἐπαινοῦντες καὶ ψέγοντες, καὶ προτρέποντες καὶ
ἀποτρέποντες, καὶ κατηγοροῦντες καὶ ἀπολογούμενοι, οὐ μόνον
τὰ εἰρημένα δεικνύναι πειρῶνται, ἀλλὰ καὶ ὅτι μέγα ἢ
(20) μικρὸν τὸ ἀγαθὸν ἢ τὸ κακόν, ἢ τὸ καλὸν ἢ τὸ αἰσχρόν,
ἢ τὸ δίκαιον ἢ τὸ ἄδικον, ἢ καθ’ αὑτὰ λέγοντες ἢ πρὸς
ἄλληλα ἀντιπαραβάλλοντες, δῆλον ὅτι δέοι ἂν καὶ περὶ
μεγέθους καὶ μικρότητος καὶ τοῦ μείζονος καὶ τοῦ ἐλάττονος
προτάσεις ἔχειν, καὶ καθόλου καὶ περὶ ἑκάστου, οἷον τί μεῖ-
(25) ζον ἀγαθὸν ἢ ἔλαττον ἢ ἀδίκημα ἢ δικαίωμα· ὁμοίως δὲ
καὶ περὶ τῶν ἄλλων. περὶ ὧν μὲν οὖν ἐξ ἀνάγκης δεῖ
λαβεῖν τὰς προτάσεις, εἴρηται· μετὰ δὲ ταῦτα διαιρετέον
ἰδίᾳ περὶ ἑκάστου τούτων, οἷον περὶ ὧν συμβουλὴ καὶ περὶ
ὧν οἱ ἐπιδεικτικοὶ λόγοι, τρίτον δὲ περὶ ὧν αἱ δίκαι.