ΘΕΑΙ. Ἀλλὰ μέντοι, ὦ Σώκρατες, σοῦ γε οὕτω παρα-
κελευομένου αἰσχρὸν μὴ οὐ παντὶ τρόπῳ προθυμεῖσθαι ὅτι
[151e] τις ἔχει λέγειν. δοκεῖ οὖν μοι ὁ ἐπιστάμενός τι αἰσθάνεσθαι
τοῦτο ὃ ἐπίσταται, καὶ ὥς γε νυνὶ φαίνεται, οὐκ ἄλλο τί
ἐστιν ἐπιστήμη ἢ αἴσθησις.

    ΣΩ. Εὖ γε καὶ γενναίως, ὦ παῖ· χρὴ γὰρ οὕτως ἀποφαι-
νόμενον λέγειν. ἀλλὰ φέρε δὴ αὐτὸ κοινῇ σκεψώμεθα,
γόνιμον ἢ ἀνεμιαῖον τυγχάνει ὄν. αἴσθησις, φῄς, ἐπιστήμη;

    ΘΕΑΙ. Ναί.

    ΣΩ. Κινδυνεύεις μέντοι λόγον οὐ φαῦλον εἰρηκέναι περὶ
[152a] ἐπιστήμης, ἀλλ’ ὃν ἔλεγε καὶ Πρωταγόρας. τρόπον δέ τινα
ἄλλον εἴρηκε τὰ αὐτὰ ταῦτα. φησὶ γάρ που «πάντων
χρημάτων μέτρον» ἄνθρωπον εἶναι, «τῶν μὲν ὄντων ὡς ἔστι,
τῶν δὲ μὴ ὄντων ὡς οὐκ ἔστιν». ἀνέγνωκας γάρ που;

    ΘΕΑΙ. Ἀνέγνωκα καὶ πολλάκις.

    ΣΩ. Οὐκοῦν οὕτω πως λέγει, ὡς οἷα μὲν ἕκαστα ἐμοὶ
φαίνεται τοιαῦτα μὲν ἔστιν ἐμοί, οἷα δὲ σοί, τοιαῦτα δὲ αὖ
σοί· ἄνθρωπος δὲ σύ τε κἀγώ;

    ΘΕΑΙ. Λέγει γὰρ οὖν οὕτω.

    [152b] ΣΩ. Εἰκὸς μέντοι σοφὸν ἄνδρα μὴ ληρεῖν· ἐπακολουθή-
σωμεν οὖν αὐτῷ. ἆρ’ οὐκ ἐνίοτε πνέοντος ἀνέμου τοῦ αὐτοῦ
ὁ μὲν ἡμῶν ῥιγῷ, ὁ δ’ οὔ; καὶ ὁ μὲν ἠρέμα, ὁ δὲ σφόδρα;

    ΘΕΑΙ. Καὶ μάλα.

    ΣΩ. Πότερον οὖν τότε αὐτὸ ἐφ’ ἑαυτοῦ τὸ πνεῦμα
ψυχρὸν ἢ οὐ ψυχρὸν φήσομεν; ἢ πεισόμεθα τῷ Πρωταγόρᾳ
ὅτι τῷ μὲν ῥιγῶντι ψυχρόν, τῷ δὲ μὴ οὔ;

    ΘΕΑΙ. Ἔοικεν.

    ΣΩ. Οὐκοῦν καὶ φαίνεται οὕτω ἑκατέρῳ;

    ΘΕΑΙ. Ναί.

    ΣΩ. Τὸ δέ γε «φαίνεται» αἰσθάνεσθαί ἐστιν;

    ΘΕΑΙ. Ἔστιν γάρ.

    [152c] ΣΩ. Φαντασία ἄρα καὶ αἴσθησις ταὐτὸν ἔν τε θερμοῖς
καὶ πᾶσι τοῖς τοιούτοις. οἷα γὰρ αἰσθάνεται ἕκαστος,
τοιαῦτα ἑκάστῳ καὶ κινδυνεύει εἶναι.

    ΘΕΑΙ. Ἔοικεν.

    ΣΩ. Αἴσθησις ἄρα τοῦ ὄντος ἀεί ἐστιν καὶ ἀψευδὲς ὡς
ἐπιστήμη οὖσα.

    ΘΕΑΙ. Φαίνεται.