[201] Τίς οὖν ἐστιν ἀποτροπὴ τῶν τοιούτων λόγων, ἐγὼ
προερῶ. ἐπειδὰν προελθὼν ἐνταυθοῖ Κτησιφῶν διεξέλθῃ
πρὸς ὑμᾶς τοῦτο δὴ τὸ συντεταγμένον αὐτῷ προοίμιον,
ἔπειτ’ ἐνδιατρίβῃ καὶ μὴ ἀπολογῆται, ὑπομνήσατ’ αὐτὸν
ἀθορύβως τὸ σανίδιον λαβεῖν καὶ τοὺς νόμους τῷ ψηφί-
σματι παραναγνῶναι. ἐὰν δὲ μὴ προσποιῆται ὑμῶν
ἀκούειν, μηδὲ ὑμεῖς ἐκείνου ἐθέλετε ἀκούειν· οὐ γὰρ τῶν
φευγόντων τὰς δικαίας ἀπολογίας εἰσεληλύθατε ἀκροασό-
μενοι, ἀλλὰ τῶν ἐθελόντων δικαίως ἀπολογεῖσθαι. [202] ἐὰν δ’
ὑπερπηδήσας τὴν δικαίαν ἀπολογίαν παρακαλῇ Δημο-
σθένην, μάλιστα μὲν μὴ προσδέχεσθε σοφιστὴν οἰόμενον
ῥήμασι τοὺς νόμους ἀναιρήσειν, μηδ’ ἐν ἀρετῇ τοῦθ’ ὑμῶν
μηδεὶς καταλογιζέσθω, ὃς ἂν ἐπανερομένου Κτησιφῶντος,
εἰ καλέσῃ Δημοσθένην, πρῶτος ἀναβοήσῃ «Κάλει, κάλει.»
ἐπὶ σαυτὸν καλεῖς, ἐπὶ τοὺς νόμους καλεῖς, ἐπὶ τὴν δημο-
κρατίαν καλεῖς. ἂν δ’ ἄρα ὑμῖν δόξῃ ἀκούειν, ἀξιώσατε
τὸν Δημοσθένην τὸν αὐτὸν τρόπον ἀπολογεῖσθαι ὅνπερ
κἀγὼ κατηγόρηκα.