Μετὰ ταῦτα Κῦρος ἐξελαύνει σταθμοὺς τέτταρας παρα-
σάγγας εἴκοσιν ἐπὶ τὸν Χάλον ποταμόν, ὄντα τὸ εὖρος
πλέθρου, πλήρη δ’ ἰχθύων μεγάλων καὶ πραέων, οὓς οἱ Σύροι
θεοὺς ἐνόμιζον καὶ ἀδικεῖν οὐκ εἴων, οὐδὲ τὰς περιστεράς. αἱ
δὲ κῶμαι ἐν αἷς ἐσκήνουν Παρυσάτιδος ἦσαν εἰς ζώνην δεδο-
μέναι. [1.4.10] ἐντεῦθεν ἐξελαύνει σταθμοὺς πέντε παρασάγγας τριά-
κοντα ἐπὶ τὰς πηγὰς τοῦ Δάρδατος ποταμοῦ, οὗ τὸ εὖρος
πλέθρου. ἐνταῦθα ἦσαν τὰ Βελέσυος βασίλεια τοῦ Συρίας
ἄρξαντος, καὶ παράδεισος πάνυ μέγας καὶ καλός, ἔχων πάντα
ὅσα ὧραι φύουσι. Κῦρος δ’ αὐτὸν ἐξέκοψε καὶ τὰ βασίλεια
κατέκαυσεν. [1.4.11] ἐντεῦθεν ἐξελαύνει σταθμοὺς τρεῖς παρασάγγας
πεντεκαίδεκα ἐπὶ τὸν Εὐφράτην ποταμόν, ὄντα τὸ εὖρος
τεττάρων σταδίων· καὶ πόλις αὐτόθι ᾠκεῖτο μεγάλη καὶ
εὐδαίμων Θάψακος ὄνομα. ἐνταῦθα ἔμεινεν ἡμέρας πέντε.
καὶ Κῦρος μεταπεμψάμενος τοὺς στρατηγοὺς τῶν Ἑλλήνων
ἔλεγεν ὅτι ἡ ὁδὸς ἔσοιτο πρὸς βασιλέα μέγαν εἰς Βαβυ-
λῶνα· καὶ κελεύει αὐτοὺς λέγειν ταῦτα τοῖς στρατιώταις καὶ
ἀναπείθειν ἕπεσθαι. [1.4.12] οἱ δὲ ποιήσαντες ἐκκλησίαν ἀπήγγελλον
ταῦτα· οἱ δὲ στρατιῶται ἐχαλέπαινον τοῖς στρατηγοῖς, καὶ
ἔφασαν αὐτοὺς πάλαι ταῦτ’ εἰδότας κρύπτειν, καὶ οὐκ ἔφασαν
ἰέναι, ἐὰν μή τις αὐτοῖς χρήματα διδῷ, ὥσπερ τοῖς προτέροις
μετὰ Κύρου ἀναβᾶσι παρὰ τὸν πατέρα τοῦ Κύρου, καὶ ταῦτα
οὐκ ἐπὶ μάχην ἰόντων, ἀλλὰ καλοῦντος τοῦ πατρὸς Κῦρον.
[1.4.13] ταῦτα οἱ στρατηγοὶ Κύρῳ ἀπήγγελλον· ὁ δ’ ὑπέσχετο ἀνδρὶ
ἑκάστῳ δώσειν πέντε ἀργυρίου μνᾶς, ἐπὰν εἰς Βαβυλῶνα
ἥκωσι, καὶ τὸν μισθὸν ἐντελῆ μέχρι ἂν καταστήσῃ τοὺς
Ἕλληνας εἰς Ἰωνίαν πάλιν. τὸ μὲν δὴ πολὺ τοῦ Ἑλληνικοῦ
οὕτως ἐπείσθη.
Μένων δὲ πρὶν δῆλον εἶναι τί ποιήσουσιν
οἱ ἄλλοι στρατιῶται, πότερον ἕψονται Κύρῳ ἢ οὔ, συνέλεξε
τὸ αὑτοῦ στράτευμα χωρὶς τῶν ἄλλων καὶ ἔλεξε τάδε.
[1.4.14] Ἄνδρες, ἐάν μοι πεισθῆτε, οὔτε κινδυνεύσαντες οὔτε πονή-
σαντες τῶν ἄλλων πλέον προτιμήσεσθε στρατιωτῶν ὑπὸ
Κύρου. τί οὖν κελεύω ποιῆσαι; νῦν δεῖται Κῦρος ἕπεσθαι
τοὺς Ἕλληνας ἐπὶ βασιλέα· ἐγὼ οὖν φημι ὑμᾶς χρῆναι
διαβῆναι τὸν Εὐφράτην ποταμὸν πρὶν δῆλον εἶναι ὅ τι οἱ
ἄλλοι Ἕλληνες ἀποκρινοῦνται Κύρῳ. [1.4.15] ἢν μὲν γὰρ ψηφί-
σωνται ἕπεσθαι, ὑμεῖς δόξετε αἴτιοι εἶναι ἄρξαντες τοῦ
διαβαίνειν, καὶ ὡς προθυμοτάτοις οὖσιν ὑμῖν χάριν εἴσεται
Κῦρος καὶ ἀποδώσει· ἐπίσταται δ’ εἴ τις καὶ ἄλλος· ἢν δὲ
ἀποψηφίσωνται οἱ ἄλλοι, ἄπιμεν μὲν ἅπαντες τοὔμπαλιν,
ὑμῖν δὲ ὡς μόνοις πειθομένοις πιστοτάτοις χρήσεται καὶ εἰς
φρούρια καὶ εἰς λοχαγίας, καὶ ἄλλου οὗτινος ἂν δέησθε οἶδα
ὅτι ὡς φίλοι τεύξεσθε Κύρου. [1.4.16] ἀκούσαντες ταῦτα ἐπείθοντο
καὶ διέβησαν πρὶν τοὺς ἄλλους ἀποκρίνασθαι. Κῦρος δ’ ἐπεὶ
ᾔσθετο διαβεβηκότας, ἥσθη τε καὶ τῷ στρατεύματι πέμψας
Γλοῦν εἶπεν· Ἐγὼ μέν, ὦ ἄνδρες, ἤδη ὑμᾶς ἐπαινῶ· ὅπως
δὲ καὶ ὑμεῖς ἐμὲ ἐπαινέσετε ἐμοὶ μελήσει, ἢ μηκέτι με Κῦρον
νομίζετε. [1.4.17] οἱ μὲν δὴ στρατιῶται ἐν ἐλπίσι μεγάλαις ὄντες
ηὔχοντο αὐτὸν εὐτυχῆσαι, Μένωνι δὲ καὶ δῶρα ἐλέγετο
πέμψαι μεγαλοπρεπῶς.