[2.12] καὶ πόλεμοι μὲν δή εἰσιν οὕς τε αἱ πόλεις πολε-
μοῦσι καὶ οὓς οἱ τύραννοι πρὸς τοὺς βεβιασμένους· τούτων
δὴ τῶν πολέμων ὅσα μὲν ἔχει χαλεπὰ ὁ ἐν ταῖς πόλεσι,
ταῦτα καὶ ὁ τύραννος ἔχει· [2.13] καὶ γὰρ ἐν ὅπλοις δεῖ εἶναι
ἀμφοτέρους καὶ φυλάττεσθαι καὶ κινδυνεύειν, καὶ ἄν τι
πάθωσι κακὸν ἡττηθέντες, λυποῦνται ἐπὶ τούτοις ἑκάτεροι.
[2.14] μέχρι μὲν δὴ τούτου ἴσοι οἱ πόλεμοι· ἃ δὲ ἔχουσιν ἡδέα οἱ
†συνόντες <ταῖς> πόλεσι πρὸς τὰς πόλεις, ταῦτα οὐκέτι ἔχουσιν
οἱ τύραννοι. [2.15] αἱ μὲν γὰρ πόλεις δήπου ὅταν κρατήσωσι μάχῃ
τῶν ἐναντίων, οὐ ῥᾴδιον εἰπεῖν ὅσην μὲν ἡδονὴν ἔχουσιν ἐν
τῷ τρέψασθαι τοὺς πολεμίους, ὅσην δ’ ἐν τῷ διώκειν, ὅσην
δ’ ἐν τῷ ἀποκτείνειν τοὺς πολεμίους, ὡς δὲ γαυροῦνται ἐπὶ
τῷ ἔργῳ, ὡς δὲ δόξαν λαμπρὰν ἀναλαμβάνουσιν, ὡς δ’
εὐφραίνονται τὴν πόλιν νομίζοντες ηὐξηκέναι. [2.16] ἕκαστος δέ
τις προσποιεῖται καὶ τῆς βουλῆς μετεσχηκέναι καὶ πλείστους
ἀπεκτονέναι, χαλεπὸν δὲ εὑρεῖν ὅπου οὐχὶ καὶ ἐπιψεύδονται,
πλέονας φάσκοντες ἀπεκτονέναι ἢ ὅσοι ἂν τῷ ὄντι ἀπο-
θάνωσιν· οὕτω καλόν τι αὐτοῖς δοκεῖ εἶναι τὸ πολὺ νικᾶν.
[2.17] ὁ δὲ τύραννος ὅταν ὑποπτεύσῃ καὶ αἰσθανόμενος τῷ ὄντι
ἀντιπραττομένους τινὰς ἀποκτείνῃ, οἶδεν ὅτι οὐκ αὔξει ὅλην
τὴν πόλιν, ἐπίσταταί τε ὅτι μειόνων ἄρξει, φαιδρός τε οὐ
δύναται εἶναι οὐδὲ μεγαλύνεται ἐπὶ τῷ ἔργῳ, ἀλλὰ καὶ
μειοῖ καθ’ ὅσον ἂν δύνηται τὸ γεγενημένον, καὶ ἀπολογεῖται
ἅμα πράττων ὡς οὐκ ἀδικῶν πεποίηκεν. οὕτως οὐδ’ αὐτῷ
δοκεῖ καλὰ τὰ ποιούμενα εἶναι. [2.18] καὶ ὅταν ἀποθάνωσιν οὓς
ἐφοβήθη, οὐδέν τι μᾶλλον τοῦτο θαρρεῖ, ἀλλὰ φυλάττεται
ἔτι μᾶλλον ἢ τὸ πρόσθεν. καὶ πόλεμον μὲν δὴ τοιοῦτον
ἔχων διατελεῖ ὁ τύραννος ὃν ἐγὼ δηλῶ.