Πότερον δ’ ἐν εὐτυχίαις μᾶλλον φίλων δεῖ ἢ ἐν δυ-
στυχίαις; ἐν ἀμφοῖν γὰρ ἐπιζητοῦνται· οἵ τε γὰρ ἀτυχοῦντες
δέονται ἐπικουρίας, οἵ τ’ εὐτυχοῦντες συμβίων καὶ οὓς εὖ
ποιήσουσιν· βούλονται γὰρ εὖ δρᾶν. ἀναγκαιότερον μὲν δὴ
(25) ἐν ταῖς ἀτυχίαις, διὸ τῶν χρησίμων ἐνταῦθα δεῖ, κάλλιον
δ’ ἐν ταῖς εὐτυχίαις, διὸ καὶ τοὺς ἐπιεικεῖς ζητοῦσιν· τούτους
γὰρ αἱρετώτερον εὐεργετεῖν καὶ μετὰ τούτων διάγειν. ἔστι
γὰρ καὶ ἡ παρουσία αὐτὴ τῶν φίλων ἡδεῖα καὶ ἐν ταῖς εὐτυ-
χίαις καὶ ἐν ταῖς δυστυχίαις. κουφίζονται γὰρ οἱ λυπούμενοι
(30) συναλγούντων τῶν φίλων. διὸ κἂν ἀπορήσειέν τις πότερον
ὥσπερ βάρους μεταλαμβάνουσιν, ἢ τοῦτο μὲν οὔ, ἡ παρουσία
δ’ αὐτῶν ἡδεῖα οὖσα καὶ ἡ ἔννοια τοῦ συναλγεῖν ἐλάττω τὴν
λύπην ποιεῖ. εἰ μὲν οὖν διὰ ταῦτα ἢ δι’ ἄλλο τι κουφίζονται,
ἀφείσθω· συμβαίνειν δ’ οὖν φαίνεται τὸ λεχθέν. ἔοικε δ’
(35) ἡ παρουσία μικτή τις αὐτῶν εἶναι. αὐτὸ μὲν γὰρ τὸ ὁρᾶν
[1171b] τοὺς φίλους ἡδύ, ἄλλως τε καὶ ἀτυχοῦντι, καὶ γίνεταί τις
ἐπικουρία πρὸς τὸ μὴ λυπεῖσθαι (παραμυθητικὸν γὰρ ὁ φίλος
καὶ τῇ ὄψει καὶ τῷ λόγῳ, ἐὰν ᾖ ἐπιδέξιος· οἶδε γὰρ τὸ ἦθος
καὶ ἐφ’ οἷς ἥδεται καὶ λυπεῖται)· τὸ δὲ λυπούμενον αἰσθά-
(5) νεσθαι ἐπὶ ταῖς αὑτοῦ ἀτυχίαις λυπηρόν· πᾶς γὰρ φεύγει
λύπης αἴτιος εἶναι τοῖς φίλοις. διόπερ οἱ μὲν ἀνδρώδεις τὴν
φύσιν εὐλαβοῦνται συλλυπεῖν τοὺς φίλους αὑτοῖς, κἂν μὴ
ὑπερτείνῃ τῇ ἀλυπίᾳ, τὴν ἐκείνοις γινομένην λύπην οὐχ ὑπο-
μένει, ὅλως τε συνθρήνους οὐ προσίεται διὰ τὸ μηδ’ αὐτὸς
(10) εἶναι θρηνητικός· γύναια δὲ καὶ οἱ τοιοῦτοι ἄνδρες τοῖς συ-
στένουσι χαίρουσι, καὶ φιλοῦσιν ὡς φίλους καὶ συναλγοῦντας.
μιμεῖσθαι δ’ ἐν ἅπασι δεῖ δῆλον ὅτι τὸν βελτίω. ἡ δ’ ἐν
ταῖς εὐτυχίαις τῶν φίλων παρουσία τήν τε διαγωγὴν ἡδεῖαν
ἔχει καὶ τὴν ἔννοιαν ὅτι ἥδονται ἐπὶ τοῖς αὑτοῦ ἀγαθοῖς.
(15) διὸ δόξειεν ἂν δεῖν εἰς μὲν τὰς εὐτυχίας καλεῖν τοὺς φίλους
προθύμως (εὐεργετικὸν γὰρ εἶναι καλόν), εἰς δὲ τὰς ἀτυ-
χίας ὀκνοῦντα· μεταδιδόναι γὰρ ὡς ἥκιστα δεῖ τῶν κακῶν,
ὅθεν τὸ «ἅλις ἐγὼ δυστυχῶν». μάλιστα δὲ παρακλητέον
ὅταν μέλλωσιν ὀλίγα ὀχληθέντες μεγάλ’ αὐτὸν ὠφελήσειν.
(20) ἰέναι δ’ ἀνάπαλιν ἴσως ἁρμόζει πρὸς μὲν τοὺς ἀτυχοῦντας
ἄκλητον καὶ προθύμως (φίλου γὰρ εὖ ποιεῖν, καὶ μάλιστα
τοὺς ἐν χρείᾳ καὶ [τὸ] μὴ ἀξιώσαντας· ἀμφοῖν γὰρ κάλλιον
καὶ ἥδιον), εἰς δὲ τὰς εὐτυχίας συνεργοῦντα μὲν προθύμως
(καὶ γὰρ εἰς ταῦτα χρεία φίλων), πρὸς εὐπάθειαν δὲ σχο-
(25) λαίως· οὐ γὰρ καλὸν τὸ προθυμεῖσθαι ὠφελεῖσθαι. δόξαν
δ’ ἀηδίας ἐν τῷ διωθεῖσθαι ἴσως εὐλαβητέον· ἐνίοτε γὰρ
συμβαίνει. ἡ παρουσία δὴ τῶν φίλων ἐν ἅπασιν αἱρετὴ
φαίνεται.

    Ἆρ’ οὖν, ὥσπερ τοῖς ἐρῶσι τὸ ὁρᾶν ἀγαπητότατόν ἐστι
(30) καὶ μᾶλλον αἱροῦνται ταύτην τὴν αἴσθησιν ἢ τὰς λοιπὰς
ὡς κατὰ ταύτην μάλιστα τοῦ ἔρωτος ὄντος καὶ γινομένου,
οὕτω καὶ τοῖς φίλοις αἱρετώτατόν ἐστι τὸ συζῆν; κοινωνία
γὰρ ἡ φιλία, καὶ ὡς πρὸς ἑαυτὸν ἔχει, οὕτω καὶ πρὸς τὸν
φίλον· περὶ αὑτὸν δ’ ἡ αἴσθησις ὅτι ἔστιν αἱρετή, καὶ περὶ
(35) τὸν φίλον δή· ἡ δ’ ἐνέργεια γίνεται αὐτῆς ἐν τῷ συζῆν,
[1172a] ὥστ’ εἰκότως τούτου ἐφίενται. καὶ ὅ ποτ’ ἐστὶν ἑκάστοις τὸ
εἶναι ἢ οὗ χάριν αἱροῦνται τὸ ζῆν, ἐν τούτῳ μετὰ τῶν φί-
λων βούλονται διάγειν· διόπερ οἳ μὲν συμπίνουσιν, οἳ δὲ
συγκυβεύουσιν, ἄλλοι δὲ συγγυμνάζονται καὶ συγκυνηγοῦσιν
(5) ἢ συμφιλοσοφοῦσιν, ἕκαστοι ἐν τούτῳ συνημερεύοντες ὅ τι
περ μάλιστ’ ἀγαπῶσι τῶν ἐν τῷ βίῳ· συζῆν γὰρ βουλόμε-
νοι μετὰ τῶν φίλων, ταῦτα ποιοῦσι καὶ τούτων κοινωνοῦσιν
οἷς οἴονται συζῆν. γίνεται οὖν ἡ μὲν τῶν φαύλων φιλία
μοχθηρά (κοινωνοῦσι γὰρ φαύλων ἀβέβαιοι ὄντες, καὶ μο-
(10) χθηροὶ δὲ γίνονται ὁμοιούμενοι ἀλλήλοις), ἡ δὲ τῶν ἐπιεικῶν
ἐπιεικής, συναυξανομένη ταῖς ὁμιλίαις· δοκοῦσι δὲ καὶ βελ-
τίους γίνεσθαι ἐνεργοῦντες καὶ διορθοῦντες ἀλλήλους· ἀπομάτ-
τονται γὰρ παρ’ ἀλλήλων οἷς ἀρέσκονται, ὅθεν «ἐσθλῶν
μὲν γὰρ ἄπ’ ἐσθλά». περὶ μὲν οὖν φιλίας ἐπὶ τοσοῦτον
(15) εἰρήσθω· ἑπόμενον δ’ ἂν εἴη διελθεῖν περὶ ἡδονῆς.