[1.6.1] Τῷ δ’ ἐπιόντι ἔτει, ᾧ ἥ τε σελήνη ἐξέλιπεν ἑσπέρας καὶ
ὁ παλαιὸς τῆς Ἀθηνᾶς νεὼς ἐν Ἀθήναις ἐνεπρήσθη, [Πιτύα
μὲν ἐφορεύοντος, ἄρχοντος δὲ Καλλίου Ἀθήνησιν,] οἱ Λακε-
δαιμόνιοι τῷ Λυσάνδρῳ παρεληλυθότος ἤδη τοῦ χρόνου [καὶ
τῷ πολέμῳ τεττάρων καὶ εἴκοσιν ἐτῶν] ἔπεμψαν ἐπὶ τὰς
ναῦς Καλλικρατίδαν. [1.6.2] ὅτε δὲ παρεδίδου ὁ Λύσανδρος τὰς
ναῦς, ἔλεγε τῷ Καλλικρατίδᾳ ὅτι θαλαττοκράτωρ τε παρα-
διδοίη καὶ ναυμαχίᾳ νενικηκώς. ὁ δὲ αὐτὸν ἐκέλευσεν ἐξ
Ἐφέσου ἐν ἀριστερᾷ Σάμου παραπλεύσαντα, οὗ ἦσαν αἱ
τῶν Ἀθηναίων νῆες, ἐν Μιλήτῳ τὰς ναῦς παραδοῦναι, καὶ
ὁμολογήσειν θαλαττοκρατεῖν. [1.6.3] οὐ φαμένου δὲ τοῦ Λυσάν-
δρου πολυπραγμονεῖν ἄλλου ἄρχοντος, αὐτὸς ὁ Καλλικρατί-
δας πρὸς αἷς παρὰ Λυσάνδρου ἔλαβε ναυσὶ προσεπλήρωσεν
ἐκ Χίου καὶ Ῥόδου καὶ ἄλλοθεν ἀπὸ τῶν συμμάχων πεντή-
κοντα ναῦς. ταύτας δὲ πάσας ἁθροίσας, οὔσας τετταράκοντα
καὶ ἑκατόν, παρεσκευάζετο ὡς ἀπαντησόμενος τοῖς πολεμίοις.
[1.6.4] καταμαθὼν δ’ ὑπὸ τῶν Λυσάνδρου φίλων καταστασιαζόμενος,
οὐ μόνον ἀπροθύμως ὑπηρετούντων, ἀλλὰ καὶ διαθροούντων
ἐν ταῖς πόλεσιν ὅτι Λακεδαιμόνιοι μέγιστα παραπίπτοιεν ἐν
τῷ διαλλάττειν τοὺς ναυάρχους, πολλάκις ἀνεπιτηδείων
γιγνομένων καὶ ἄρτι συνιέντων τὰ ναυτικὰ καὶ ἀνθρώποις
ὡς χρηστέον οὐ γιγνωσκόντων †ἀπείρους θαλάττης πέμ-
ποντες καὶ ἀγνῶτας τοῖς ἐκεῖ, κινδυνεύοιέν τι παθεῖν διὰ
τοῦτο†, ἐκ τούτου δὲ ὁ Καλλικρατίδας συγκαλέσας τοὺς Λακε-
δαιμονίων ἐκεῖ παρόντας ἔλεγεν αὐτοῖς τοιάδε.

    [1.6.5] Ἐμοὶ μὲν ἀρκεῖ οἴκοι μένειν, καὶ εἴτε Λύσανδρος εἴτε
ἄλλος τις ἐμπειρότερος περὶ τὰ ναυτικὰ βούλεται εἶναι, οὐ
κωλύω τὸ κατ’ ἐμέ· ἐγὼ δ’ ὑπὸ τῆς πόλεως ἐπὶ τὰς ναῦς
πεμφθεὶς οὐκ ἔχω τί ἄλλο ποιῶ ἢ τὰ κελευόμενα ὡς ἂν
δύνωμαι κράτιστα. ὑμεῖς δὲ πρὸς ἃ ἐγώ τε φιλοτιμοῦμαι
καὶ ἡ πόλις ἡμῶν αἰτιάζεται (ἴστε γὰρ αὐτὰ ὥσπερ καὶ ἐγώ),
συμβουλεύετε τὰ ἄριστα ὑμῖν δοκοῦντα εἶναι περὶ τοῦ ἐμὲ
ἐνθάδε μένειν ἢ οἴκαδε ἀποπλεῖν ἐροῦντα τὰ καθεστῶτα
ἐνθάδε.