Ἀμφισβητεῖται δὲ καὶ περὶ τὸν εὐδαίμονα, εἰ δεήσε-
ται φίλων ἢ μή. οὐθὲν γάρ φασι δεῖν φίλων τοῖς μακα-
(5) ρίοις καὶ αὐτάρκεσιν· ὑπάρχειν γὰρ αὐτοῖς τἀγαθά· αὐτάρ-
κεις οὖν ὄντας οὐδενὸς προσδεῖσθαι, τὸν δὲ φίλον, ἕτερον
αὐτὸν ὄντα, πορίζειν ἃ δι’ αὑτοῦ ἀδυνατεῖ· ὅθεν «ὅταν ὁ
δαίμων εὖ διδῷ, τί δεῖ φίλων;» ἔοικε δ’ ἀτόπῳ τὸ πάντ’
ἀπονέμοντας τἀγαθὰ τῷ εὐδαίμονι φίλους μὴ ἀποδιδόναι, ὃ
(10) δοκεῖ τῶν ἐκτὸς ἀγαθῶν μέγιστον εἶναι. εἴ τε φίλου μᾶλλόν
ἐστι τὸ εὖ ποιεῖν ἢ πάσχειν, καὶ ἔστι τοῦ ἀγαθοῦ καὶ τῆς
ἀρετῆς τὸ εὐεργετεῖν, κάλλιον δ’ εὖ ποιεῖν φίλους ὀθνείων,
τῶν εὖ πεισομένων δεήσεται ὁ σπουδαῖος. διὸ καὶ ἐπιζητεῖται
πότερον ἐν εὐτυχίαις μᾶλλον δεῖ φίλων ἢ ἐν ἀτυχίαις,
(15) ὡς καὶ τοῦ ἀτυχοῦντος δεομένου τῶν εὐεργετησόντων καὶ τῶν
εὐτυχούντων οὓς εὖ ποιήσουσιν. ἄτοπον δ’ ἴσως καὶ τὸ μο-
νώτην ποιεῖν τὸν μακάριον· οὐδεὶς γὰρ ἕλοιτ’ ἂν καθ’ αὑτὸν
τὰ πάντ’ ἔχειν ἀγαθά· πολιτικὸν γὰρ ὁ ἄνθρωπος καὶ συ-
ζῆν πεφυκός. καὶ τῷ εὐδαίμονι δὴ τοῦθ’ ὑπάρχει· τὰ γὰρ
(20) τῇ φύσει ἀγαθὰ ἔχει, δῆλον δ’ ὡς μετὰ φίλων καὶ ἐπιει-
κῶν κρεῖττον ἢ μετ’ ὀθνείων καὶ τῶν τυχόντων συνημερεύειν.
δεῖ ἄρα τῷ εὐδαίμονι φίλων. τί οὖν λέγουσιν οἱ πρῶτοι, καὶ
πῇ ἀληθεύουσιν; ἢ ὅτι οἱ πολλοὶ φίλους οἴονται τοὺς χρησί-
μους εἶναι; τῶν τοιούτων μὲν οὖν οὐδὲν δεήσεται ὁ μακάριος,
(25) ἐπειδὴ τἀγαθὰ ὑπάρχει αὐτῷ· οὐδὲ δὴ τῶν διὰ τὸ ἡδύ,
ἢ ἐπὶ μικρόν (ἡδὺς γὰρ ὁ βίος ὢν οὐδὲν δεῖται ἐπεισάκτου
ἡδονῆς)· οὐ δεόμενος δὲ τῶν τοιούτων φίλων οὐ δοκεῖ δεῖσθαι
φίλων. τὸ δ’ οὐκ ἔστιν ἴσως ἀληθές. ἐν ἀρχῇ γὰρ εἴρηται
ὅτι ἡ εὐδαιμονία ἐνέργειά τις ἐστίν, ἡ δ’ ἐνέργεια δῆλον ὅτι
(30) γίνεται καὶ οὐχ ὑπάρχει ὥσπερ κτῆμά τι. εἰ δὲ τὸ εὐδαι-
μονεῖν ἐστὶν ἐν τῷ ζῆν καὶ ἐνεργεῖν, τοῦ δ’ ἀγαθοῦ ἡ ἐνέρ-
γεια σπουδαία καὶ ἡδεῖα καθ’ αὑτήν, καθάπερ ἐν ἀρχῇ
εἴρηται, ἔστι δὲ καὶ τὸ οἰκεῖον τῶν ἡδέων, θεωρεῖν δὲ μᾶλλον
τοὺς πέλας δυνάμεθα ἢ ἑαυτοὺς καὶ τὰς ἐκείνων πράξεις ἢ
(35) τὰς οἰκείας, αἱ τῶν σπουδαίων δὲ πράξεις φίλων ὄντων
[1170a] ἡδεῖαι τοῖς ἀγαθοῖς (ἄμφω γὰρ ἔχουσι τὰ τῇ φύσει ἡδέα)·
ὁ μακάριος δὴ φίλων τοιούτων δεήσεται, εἴπερ θεωρεῖν προ-
αιρεῖται πράξεις ἐπιεικεῖς καὶ οἰκείας, τοιαῦται δ’ αἱ τοῦ
ἀγαθοῦ φίλου ὄντος. οἴονταί τε δεῖν ἡδέως ζῆν τὸν εὐδαίμονα.
(5) μονώτῃ μὲν οὖν χαλεπὸς ὁ βίος· οὐ γὰρ ῥᾴδιον καθ’ αὑτὸν
ἐνεργεῖν συνεχῶς, μεθ’ ἑτέρων δὲ καὶ πρὸς ἄλλους ῥᾷον. ἔσται
οὖν ἡ ἐνέργεια συνεχεστέρα, ἡδεῖα οὖσα καθ’ αὑτήν, ὃ δεῖ
περὶ τὸν μακάριον εἶναι· ὁ γὰρ σπουδαῖος, ᾗ σπουδαῖος, ταῖς
κατ’ ἀρετὴν πράξεσι χαίρει, ταῖς δ’ ἀπὸ κακίας δυσχεραί-
(10) νει, καθάπερ ὁ μουσικὸς τοῖς καλοῖς μέλεσιν ἥδεται, ἐπὶ δὲ
τοῖς φαύλοις λυπεῖται. γίνοιτο δ’ ἂν καὶ ἄσκησίς τις τῆς
ἀρετῆς ἐκ τοῦ συζῆν τοῖς ἀγαθοῖς, καθάπερ καὶ Θέογνίς
φησιν. φυσικώτερον δ’ ἐπισκοποῦσιν ἔοικεν ὁ σπουδαῖος φί-
λος τῷ σπουδαίῳ τῇ φύσει αἱρετὸς εἶναι. τὸ γὰρ τῇ φύσει
(15) ἀγαθὸν εἴρηται ὅτι τῷ σπουδαίῳ ἀγαθὸν καὶ ἡδύ ἐστι καθ’
αὑτό. τὸ δὲ ζῆν ὁρίζονται τοῖς ζῴοις δυνάμει αἰσθήσεως,
ἀνθρώποις δ’ αἰσθήσεως ἢ νοήσεως· ἡ δὲ δύναμις εἰς τὴν
ἐνέργειαν ἀνάγεται, τὸ δὲ κύριον ἐν τῇ ἐνεργείᾳ· ἔοικε δὴ
τὸ ζῆν εἶναι κυρίως τὸ αἰσθάνεσθαι ἢ νοεῖν. τὸ δὲ ζῆν τῶν
(20) καθ’ αὑτὸ ἀγαθῶν καὶ ἡδέων· ὡρισμένον γάρ, τὸ δ’ ὡρι-
σμένον τῆς τἀγαθοῦ φύσεως· τὸ δὲ τῇ φύσει ἀγαθὸν καὶ
τῷ ἐπιεικεῖ· διόπερ ἔοικε πᾶσιν ἡδὺ εἶναι· οὐ δεῖ δὲ λαμ-
βάνειν μοχθηρὰν ζωὴν καὶ διεφθαρμένην, οὐδ’ ἐν λύπαις·
ἀόριστος γὰρ ἡ τοιαύτη, καθάπερ τὰ ὑπάρχοντα αὐτῇ. ἐν
(25) τοῖς ἐχομένοις δὲ περὶ τῆς λύπης ἔσται φανερώτερον. εἰ δ’
αὐτὸ τὸ ζῆν ἀγαθὸν καὶ ἡδύ (ἔοικε δὲ καὶ ἐκ τοῦ πάντας
ὀρέγεσθαι αὐτοῦ, καὶ μάλιστα τοὺς ἐπιεικεῖς καὶ μακαρίους·
τούτοις γὰρ ὁ βίος αἱρετώτατος, καὶ ἡ τούτων μακαριωτάτη
ζωή), ὁ δ’ ὁρῶν ὅτι ὁρᾷ αἰσθάνεται καὶ ὁ ἀκούων ὅτι ἀκούει
(30) καὶ ὁ βαδίζων ὅτι βαδίζει, καὶ ἐπὶ τῶν ἄλλων ὁμοίως ἔστι
τι τὸ αἰσθανόμενον ὅτι ἐνεργοῦμεν, ὥστε ἂν αἰσθανώμεθ’, ὅτι
αἰσθανόμεθα, κἂν νοῶμεν, ὅτι νοοῦμεν, τὸ δ’ ὅτι αἰσθανό-
μεθα ἢ νοοῦμεν, ὅτι ἐσμέν (τὸ γὰρ εἶναι ἦν αἰσθάνεσθαι ἢ
[1170b] νοεῖν), τὸ δ’ αἰσθάνεσθαι ὅτι ζῇ, τῶν ἡδέων καθ’ αὑτό (φύ-
σει γὰρ ἀγαθὸν ζωή, τὸ δ’ ἀγαθὸν ὑπάρχον ἐν ἑαυτῷ
αἰσθάνεσθαι ἡδύ), αἱρετὸν δὲ τὸ ζῆν καὶ μάλιστα τοῖς ἀγα-
θοῖς, ὅτι τὸ εἶναι ἀγαθόν ἐστιν αὐτοῖς, καὶ ἡδύ (συναισθανό-
(5) μενοι γὰρ τοῦ καθ’ αὑτὸ ἀγαθοῦ ἥδονται), ὡς δὲ πρὸς ἑαυτὸν
ἔχει ὁ σπουδαῖος, καὶ πρὸς τὸν φίλον (ἕτερος γὰρ αὐτὸς ὁ
φίλος ἐστίν)· καθάπερ οὖν τὸ αὐτὸν εἶναι αἱρετόν ἐστιν ἑκάστῳ,
οὕτω καὶ τὸ τὸν φίλον, ἢ παραπλησίως. τὸ δ’ εἶναι ἦν
αἱρετὸν διὰ τὸ αἰσθάνεσθαι αὑτοῦ ἀγαθοῦ ὄντος, ἡ δὲ τοιαύτη
(10) αἴσθησις ἡδεῖα καθ’ ἑαυτήν. συναισθάνεσθαι ἄρα δεῖ καὶ τοῦ
φίλου ὅτι ἔστιν, τοῦτο δὲ γίνοιτ’ ἂν ἐν τῷ συζῆν καὶ κοινωνεῖν
λόγων καὶ διανοίας· οὕτω γὰρ ἂν δόξειε τὸ συζῆν ἐπὶ τῶν
ἀνθρώπων λέγεσθαι, καὶ οὐχ ὥσπερ ἐπὶ τῶν βοσκημάτων
τὸ ἐν τῷ αὐτῷ νέμεσθαι. εἰ δὴ τῷ μακαρίῳ τὸ εἶναι αἱρε-
(15) τόν ἐστι καθ’ αὑτό, ἀγαθὸν τῇ φύσει ὂν καὶ ἡδύ, παραπλή-
σιον δὲ καὶ τὸ τοῦ φίλου ἐστίν, κἂν ὁ φίλος τῶν αἱρετῶν
εἴη. ὃ δ’ ἐστὶν αὐτῷ αἱρετόν, τοῦτο δεῖ ὑπάρχειν αὐτῷ, ἢ
ταύτῃ ἐνδεὴς ἔσται. δεήσει ἄρα τῷ εὐδαιμονήσοντι φίλων
σπουδαίων.