[1.2.1] Θαυμαστὸν δὲ φαίνεταί μοι καὶ τὸ πεισθῆναί τινας ὡς
Σωκράτης τοὺς νέους διέφθειρεν, ὃς πρὸς τοῖς εἰρημένοις
πρῶτον μὲν ἀφροδισίων καὶ γαστρὸς πάντων ἀνθρώπων
ἐγκρατέστατος ἦν, εἶτα πρὸς χειμῶνα καὶ θέρος καὶ πάντας
πόνους καρτερικώτατος, ἔτι δὲ πρὸς τὸ μετρίων δεῖσθαι
πεπαιδευμένος οὕτως, ὥστε πάνυ μικρὰ κεκτημένος πάνυ
ῥᾳδίως ἔχειν ἀρκοῦντα. [1.2.2] πῶς οὖν αὐτὸς ὢν τοιοῦτος ἄλλους
ἂν ἢ ἀσεβεῖς ἢ παρανόμους ἢ λίχνους ἢ ἀφροδισίων ἀκρατεῖς ἢ
πρὸς τὸ πονεῖν μαλακοὺς ἐποίησεν; ἀλλ’ ἔπαυσε μὲν τούτων
πολλοὺς ἀρετῆς ποιήσας ἐπιθυμεῖν καὶ ἐλπίδας παρασχών,
ἂν ἑαυτῶν ἐπιμελῶνται, καλοὺς κἀγαθοὺς ἔσεσθαι· [1.2.3] καίτοι
γε οὐδεπώποτε ὑπέσχετο διδάσκαλος εἶναι τούτου, ἀλλὰ τῷ
φανερὸς εἶναι τοιοῦτος ὢν ἐλπίζειν ἐποίει τοὺς συνδιατρί-
βοντας ἑαυτῷ μιμουμένους ἐκεῖνον τοιούτους γενήσεσθαι.
[1.2.4] ἀλλὰ μὴν καὶ τοῦ σώματος αὐτός τε οὐκ ἠμέλει τούς τ’
ἀμελοῦντας οὐκ ἐπῄνει· τὸ μὲν οὖν ὑπερεσθίοντα ὑπερπονεῖν
ἀπεδοκίμαζε, τὸ δὲ ὅσα ἡδέως ἡ ψυχὴ δέχεται, ταῦτα ἱκανῶς
ἐκπονεῖν ἐδοκίμαζε· ταύτην γὰρ τὴν ἕξιν ὑγιεινήν τε ἱκανῶς
εἶναι καὶ τὴν τῆς ψυχῆς ἐπιμέλειαν οὐκ ἐμποδίζειν ἔφη.
[1.2.5] ἀλλ’ οὐ μὴν θρυπτικός γε οὐδὲ ἀλαζονικὸς ἦν οὔτ’ ἀμπεχόνῃ
οὔθ’ ὑποδέσει οὔτε τῇ ἄλλῃ διαίτῃ. οὐ μὴν οὐδ’ ἐρασιχρη-
μάτους γε τοὺς συνόντας ἐποίει. τῶν μὲν γὰρ ἄλλων ἐπι-
θυμιῶν ἔπαυε, τοὺς δ’ ἑαυτοῦ ἐπιθυμοῦντας οὐκ ἐπράττετο
χρήματα. [1.2.6] τούτου δ’ ἀπεχόμενος ἐνόμιζεν ἐλευθερίας ἐπιμε-
λεῖσθαι· τοὺς δὲ λαμβάνοντας τῆς ὁμιλίας μισθὸν ἀνδρα-
ποδιστὰς ἑαυτῶν ἀπεκάλει διὰ τὸ ἀναγκαῖον αὐτοῖς εἶναι
διαλέγεσθαι παρ’ ὧν [ἂν] λάβοιεν τὸν μισθόν. [1.2.7] ἐθαύμαζε δ’
εἴ τις ἀρετὴν ἐπαγγελλόμενος ἀργύριον πράττοιτο καὶ μὴ
νομίζοι τὸ μέγιστον κέρδος ἕξειν φίλον ἀγαθὸν κτησάμενος,
ἀλλὰ φοβοῖτο μὴ ὁ γενόμενος καλὸς κἀγαθὸς τῷ τὰ μέγιστα
εὐεργετήσαντι μὴ τὴν μεγίστην χάριν ἕξοι. [1.2.8] Σωκράτης δὲ
ἐπηγγείλατο μὲν οὐδενὶ πώποτε τοιοῦτον οὐδέν, ἐπίστευε
δὲ τῶν συνόντων ἑαυτῷ τοὺς ἀποδεξαμένους ἅπερ αὐτὸς
ἐδοκίμαζεν εἰς τὸν πάντα βίον ἑαυτῷ τε καὶ ἀλλήλοις φίλους
ἀγαθοὺς ἔσεσθαι. πῶς ἂν οὖν ὁ τοιοῦτος ἀνὴρ διαφθείροι
τοὺς νέους; εἰ μὴ ἄρα ἡ τῆς ἀρετῆς ἐπιμέλεια διαφθορά
ἐστιν.