Ἐν πάσαις δὲ ταῖς ἀνομοιοειδέσι φιλίαις τὸ ἀνάλογον
ἰσάζει καὶ σῴζει τὴν φιλίαν, καθάπερ εἴρηται, οἷον καὶ
ἐν τῇ πολιτικῇ τῷ σκυτοτόμῳ ἀντὶ τῶν ὑποδημάτων ἀμοι-
(35) βὴ γίνεται κατ’ ἀξίαν, καὶ τῷ ὑφάντῃ καὶ τοῖς λοιποῖς.
[1164a] ἐνταῦθα μὲν οὖν πεπόρισται κοινὸν μέτρον τὸ νόμισμα, καὶ
πρὸς τοῦτο δὴ πάντα ἀναφέρεται καὶ τούτῳ μετρεῖται· ἐν
δὲ τῇ ἐρωτικῇ ἐνίοτε μὲν ὁ ἐραστὴς ἐγκαλεῖ ὅτι ὑπερφι-
λῶν οὐκ ἀντιφιλεῖται, οὐδὲν ἔχων φιλητόν, εἰ οὕτως ἔτυχεν,
(5) πολλάκις δ’ ὁ ἐρώμενος ὅτι πρότερον ἐπαγγελλόμενος
πάντα νῦν οὐδὲν ἐπιτελεῖ. συμβαίνει δὲ τὰ τοιαῦτα, ἐπει-
δὰν ὃ μὲν δι’ ἡδονὴν τὸν ἐρώμενον φιλῇ, ὃ δὲ διὰ τὸ χρή-
σιμον τὸν ἐραστήν, ταῦτα δὲ μὴ ἀμφοῖν ὑπάρχῃ. διὰ
ταῦτα γὰρ τῆς φιλίας οὔσης διάλυσις γίνεται, ἐπειδὰν
(10) μὴ γίνηται ὧν ἕνεκα ἐφίλουν· οὐ γὰρ αὐτοὺς ἔστεργον ἀλλὰ
τὰ ὑπάρχοντα, οὐ μόνιμα ὄντα· διὸ τοιαῦται καὶ αἱ φι-
λίαι. ἡ δὲ τῶν ἠθῶν καθ’ αὑτὴν οὖσα μένει, καθάπερ εἴρη-
ται. διαφέρονται δ’ ὅταν ἕτερα γίνηται αὐτοῖς καὶ
μὴ ὧν ὀρέγονται· ὅμοιον γὰρ τῷ μηδὲν γίνεσθαι, ὅταν
(15) οὗ ἐφίεται μὴ τυγχάνῃ, οἷον καὶ τῷ κιθαρῳδῷ ὁ ἐπαγ-
γελλόμενος, καὶ ὅσῳ ἄμεινον ᾄσειεν, τοσούτῳ πλείω· εἰς
ἕω δ’ ἀπαιτοῦντι τὰς ὑποσχέσεις ἀνθ’ ἡδονῆς ἡδονὴν ἀπο-
δεδωκέναι ἔφη. εἰ μὲν οὖν ἑκάτερος τοῦτο ἐβούλετο, ἱκανῶς
ἂν εἶχεν· εἰ δ’ ὃ μὲν τέρψιν ὃ δὲ κέρδος, καὶ ὃ μὲν ἔχει
(20) ὃ δὲ μή, οὐκ ἂν εἴη τὰ κατὰ τὴν κοινωνίαν καλῶς· ὧν
γὰρ δεόμενος τυγχάνει, τούτοις καὶ προσέχει, κἀκείνου
γε χάριν ταῦτα δώσει. τὴν ἀξίαν δὲ ποτέρου τάξαι ἐστί,
τοῦ προϊεμένου ἢ τοῦ προλαβόντος; ὁ γὰρ προϊέμενος ἔοικ’
ἐπιτρέπειν ἐκείνῳ. ὅπερ φασὶ καὶ Πρωταγόραν ποιεῖν·
(25) ὅτε γὰρ διδάξειεν ἁδήποτε, τιμῆσαι τὸν μαθόντα ἐκέλευεν
ὅσου δοκεῖ ἄξια ἐπίστασθαι, καὶ ἐλάμβανε τοσοῦτον. ἐν
τοῖς τοιούτοις δ’ ἐνίοις ἀρέσκει τὸ «μισθὸς δ’ ἀνδρί». οἱ δὲ
προλαμβάνοντες τὸ ἀργύριον, εἶτα μηδὲν ποιοῦντες ὧν ἔφα-
σαν διὰ τὰς ὑπερβολὰς τῶν ἐπαγγελιῶν, εἰκότως ἐν ἐγ-
(30) κλήμασι γίνονται· οὐ γὰρ ἐπιτελοῦσιν ἃ ὡμολόγησαν. τοῦτο
δ’ ἴσως ποιεῖν οἱ σοφισταὶ ἀναγκάζονται διὰ τὸ μηδένα ἂν
δοῦναι ἀργύριον ὧν ἐπίστανται. οὗτοι μὲν οὖν ὧν ἔλαβον τὸν
μισθόν, μὴ ποιοῦντες εἰκότως ἐν ἐγκλήμασίν εἰσιν. ἐν οἷς
δὲ μὴ γίνεται διομολογία τῆς ὑπουργίας, οἱ μὲν δι’ αὐτοὺς
(35) προϊέμενοι εἴρηται ὅτι ἀνέγκλητοι (τοιαύτη γὰρ ἡ κατ’
[1164b] ἀρετὴν φιλία), τὴν ἀμοιβήν τε ποιητέον κατὰ τὴν προαί-
ρεσιν (αὕτη γὰρ τοῦ φίλου καὶ τῆς ἀρετῆς)· οὕτω δ’ ἔοικε
καὶ τοῖς φιλοσοφίας κοινωνήσασιν· οὐ γὰρ πρὸς χρήμαθ’
ἡ ἀξία μετρεῖται, τιμή τ’ ἰσόρροπος οὐκ ἂν γένοιτο, ἀλλ’
(5) ἴσως ἱκανόν, καθάπερ καὶ πρὸς θεοὺς καὶ πρὸς γονεῖς, τὸ
ἐνδεχόμενον. μὴ τοιαύτης δ’ οὔσης τῆς δόσεως ἀλλ’ ἐπί
τινι, μάλιστα μὲν ἴσως δεῖ τὴν ἀνταπόδοσιν γίνεσθαι δο-
κοῦσαν ἀμφοῖν κατ’ ἀξίαν εἶναι, εἰ δὲ τοῦτο μὴ συμβαίνοι,
οὐ μόνον ἀναγκαῖον δόξειεν ἂν τὸν προέχοντα τάττειν,
(10) ἀλλὰ καὶ δίκαιον· ὅσον γὰρ οὗτος ὠφελήθη ἢ ἀνθ’ ὅσου
τὴν ἡδονὴν εἵλετ’ ἄν, τοσοῦτον ἀντιλαβὼν ἕξει τὴν παρὰ
τούτου ἀξίαν. καὶ γὰρ ἐν τοῖς ὠνίοις οὕτω φαίνεται γινόμε-
νον, ἐνιαχοῦ τ’ εἰσὶ νόμοι τῶν ἑκουσίων συμβολαίων δίκας
μὴ εἶναι, ὡς δέον, ᾧ ἐπίστευσε, διαλυθῆναι πρὸς τοῦτον
(15) καθάπερ ἐκοινώνησεν. ᾧ γὰρ ἐπετράφθη, τοῦτον οἴεται δι-
καιότερον εἶναι τάξαι τοῦ ἐπιτρέψαντος. τὰ πολλὰ γὰρ οὐ
τοῦ ἴσου τιμῶσιν οἱ ἔχοντες καὶ οἱ βουλόμενοι λαβεῖν· τὰ
γὰρ οἰκεῖα καὶ ἃ διδόασιν ἑκάστοις φαίνεται πολλοῦ ἄξια·
ἀλλ’ ὅμως ἡ ἀμοιβὴ γίνεται πρὸς τοσοῦτον ὅσον ἂν τάτ-
(20) τωσιν οἱ λαμβάνοντες. δεῖ δ’ ἴσως οὐ τοσούτου τιμᾶν ὅσου
ἔχοντι φαίνεται ἄξιον, ἀλλ’ ὅσου πρὶν ἔχειν ἐτίμα.
Ἀπορίαν δ’ ἔχει καὶ τὰ τοιαῦτα, οἷον πότερον δεῖ
πάντα τῷ πατρὶ ἀπονέμειν καὶ πείθεσθαι, ἢ κάμνοντα
μὲν ἰατρῷ πιστεύειν, στρατηγὸν δὲ χειροτονητέον τὸν πολε-
(25) μικόν· ὁμοίως δὲ φίλῳ μᾶλλον ἢ σπουδαίῳ ὑπηρετητέον,
καὶ εὐεργέτῃ ἀνταποδοτέον χάριν μᾶλλον ἢ ἑταίρῳ προετέον,
ἐὰν ἄμφω μὴ ἐνδέχηται. ἆρ’ οὖν πάντα τὰ τοιαῦτα ἀκρι-
βῶς μὲν διορίσαι οὐ ῥᾴδιον; πολλὰς γὰρ καὶ παντοίας
ἔχει διαφορὰς καὶ μεγέθει καὶ μικρότητι καὶ τῷ καλῷ καὶ
(30) ἀναγκαίῳ. ὅτι δ’ οὐ πάντα τῷ αὐτῷ ἀποδοτέον, οὐκ ἄδη-
λον· καὶ τὰς μὲν εὐεργεσίας ἀνταποδοτέον ὡς ἐπὶ τὸ πολὺ
μᾶλλον ἢ χαριστέον ἑταίροις, ὥσπερ καὶ δάνειον ᾧ ὀφεί-
λει ἀποδοτέον μᾶλλον ἢ ἑταίρῳ δοτέον. ἴσως δ’ οὐδὲ τοῦτ’
ἀεί, οἷον τῷ λυτρωθέντι παρὰ λῃστῶν πότερα τὸν λυσά-
(35) μενον ἀντιλυτρωτέον, κἂν ὁστισοῦν ᾖ, ἢ μὴ ἑαλωκότι
[1165a] ἀπαιτοῦντι δὲ ἀποδοτέον, ἢ τὸν πατέρα λυτρωτέον; δόξειε
γὰρ ἂν καὶ ἑαυτοῦ μᾶλλον τὸν πατέρα. ὅπερ οὖν εἴρηται,
καθόλου μὲν τὸ ὀφείλημα ἀποδοτέον, ἐὰν δ’ ὑπερτείνῃ ἡ
δόσις τῷ καλῷ ἢ τῷ ἀναγκαίῳ, πρὸς ταῦτ’ ἀποκλιτέον.
(5) ἐνίοτε γὰρ οὐδ’ ἐστὶν ἴσον τὸ τὴν προϋπαρχὴν ἀμείψασθαι,
ἐπειδὰν ὃ μὲν σπουδαῖον εἰδὼς εὖ ποιήσῃ, τῷ δὲ ἡ ἀντα-
πόδοσις γίνηται ὃν οἴεται μοχθηρὸν εἶναι. οὐδὲ γὰρ τῷ
δανείσαντι ἐνίοτε ἀντιδανειστέον· ὃ μὲν γὰρ οἰόμενος κομι-
εῖσθαι ἐδάνεισεν ἐπιεικεῖ ὄντι, ὃ δ’ οὐκ ἐλπίζει κομιεῖσθαι
(10) παρὰ πονηροῦ. εἴτε τοίνυν τῇ ἀληθείᾳ οὕτως ἔχει, οὐκ ἴσον
τὸ ἀξίωμα· εἴτ’ ἔχει μὲν μὴ οὕτως οἴονται δέ, οὐκ ἂν δό-
ξαιεν ἄτοπα ποιεῖν. ὅπερ οὖν πολλάκις εἴρηται, οἱ περὶ τὰ
πάθη καὶ τὰς πράξεις λόγοι ὁμοίως ἔχουσι τὸ ὡρισμένον
τοῖς περὶ ἅ εἰσιν. ὅτι μὲν οὖν οὐ ταὐτὰ πᾶσιν ἀποδοτέον,
(15) οὐδὲ τῷ πατρὶ πάντα, καθάπερ οὐδὲ τῷ Διὶ θύεται, οὐκ
ἄδηλον· ἐπεὶ δ’ ἕτερα γονεῦσι καὶ ἀδελφοῖς καὶ ἑταίροις
καὶ εὐεργέταις, ἑκάστοις τὰ οἰκεῖα καὶ τὰ ἁρμόττοντα
ἀπονεμητέον. οὕτω δὲ καὶ ποιεῖν φαίνονται· εἰς γάμους
μὲν γὰρ καλοῦσι τοὺς συγγενεῖς· τούτοις γὰρ κοινὸν τὸ γένος
(20) καὶ αἱ περὶ τοῦτο δὴ πράξεις· καὶ εἰς τὰ κήδη δὲ μάλιστ’
οἴονται δεῖν τοὺς συγγενεῖς ἀπαντᾶν διὰ ταὐτό. δόξειε δ’
ἂν τροφῆς μὲν γονεῦσι δεῖν μάλιστ’ ἐπαρκεῖν, ὡς ὀφείλον-
τας, καὶ τοῖς αἰτίοις τοῦ εἶναι κάλλιον ὂν ἢ ἑαυτοῖς εἰς
ταῦτ’ ἐπαρκεῖν· καὶ τιμὴν δὲ γονεῦσι καθάπερ θεοῖς, οὐ
(25) πᾶσαν δέ· οὐδὲ γὰρ τὴν αὐτὴν πατρὶ καὶ μητρί, οὐδ’ αὖ
τὴν τοῦ σοφοῦ ἢ τὴν τοῦ στρατηγοῦ, ἀλλὰ τὴν πατρικήν,
ὁμοίως δὲ καὶ μητρικήν. καὶ παντὶ δὲ τῷ πρεσβυτέρῳ τιμὴν
καθ’ ἡλικίαν, ὑπαναστάσει καὶ κατακλίσει καὶ τοῖς τοιού-
τοις· πρὸς ἑταίρους δ’ αὖ καὶ ἀδελφοὺς παρρησίαν καὶ
(30) ἁπάντων κοινότητα. καὶ συγγενέσι δὲ καὶ φυλέταις καὶ
πολίταις καὶ τοῖς λοιποῖς ἅπασιν ἀεὶ πειρατέον τὸ οἰκεῖον
ἀπονέμειν, καὶ συγκρίνειν τὰ ἑκάστοις ὑπάρχοντα κατ’
οἰκειότητα καὶ ἀρετὴν ἢ χρῆσιν. τῶν μὲν οὖν ὁμογενῶν ῥᾴων
ἡ σύγκρισις, τῶν δὲ διαφερόντων ἐργωδεστέρα. οὐ μὴν διά
(35) γε τοῦτο ἀποστατέον, ἀλλ’ ὡς ἂν ἐνδέχηται, οὕτω διοριστέον.
Ἔχει δ’ ἀπορίαν καὶ περὶ τοῦ διαλύεσθαι τὰς φιλίας
[1165b] ἢ μὴ πρὸς τοὺς μὴ διαμένοντας. ἢ πρὸς μὲν τοὺς διὰ τὸ
χρήσιμον ἢ τὸ ἡδὺ φίλους ὄντας, ὅταν μηκέτι ταῦτ’ ἔχω-
σιν, οὐδὲν ἄτοπον διαλύεσθαι; ἐκείνων γὰρ ἦσαν φίλοι· ὧν
ἀπολιπόντων εὔλογον τὸ μὴ φιλεῖν. ἐγκαλέσειε δ’ ἄν τις,
(5) εἰ διὰ τὸ χρήσιμον ἢ τὸ ἡδὺ ἀγαπῶν προσεποιεῖτο διὰ
τὸ ἦθος. ὃ γὰρ ἐν ἀρχῇ εἴπομεν, πλεῖσται διαφοραὶ
γίνονται τοῖς φίλοις, ὅταν μὴ ὁμοίως οἴωνται καὶ ὦσι
φίλοι. ὅταν μὲν οὖν διαψευσθῇ τις καὶ ὑπολάβῃ φιλεῖ-
σθαι διὰ τὸ ἦθος, μηδὲν τοιοῦτον ἐκείνου πράττοντος, ἑαυτὸν
(10) αἰτιῷτ’ ἄν· ὅταν δ’ ὑπὸ τῆς ἐκείνου προσποιήσεως ἀπατηθῇ,
δίκαιον ἐγκαλεῖν τῷ ἀπατήσαντι, καὶ μᾶλλον ἢ τοῖς τὸ
νόμισμα κιβδηλεύουσιν, ὅσῳ περὶ τιμιώτερον ἡ κακουργία.
ἐὰν δ’ ἀποδέχηται ὡς ἀγαθόν, γένηται δὲ μοχθηρὸς καὶ
δοκῇ, ἆρ’ ἔτι φιλητέον; ἢ οὐ δυνατόν, εἴπερ μὴ πᾶν φιλη-
(15) τὸν ἀλλὰ τἀγαθόν; οὔτε δὲ φιλητὸν <τὸ> πονηρὸν οὔτε δεῖ·
φιλοπόνηρον γὰρ οὐ χρὴ εἶναι, οὐδ’ ὁμοιοῦσθαι φαύλῳ· εἴρη-
ται δ’ ὅτι τὸ ὅμοιον τῷ ὁμοίῳ φίλον. ἆρ’ οὖν εὐθὺς διαλυ-
τέον; ἢ οὐ πᾶσιν, ἀλλὰ τοῖς ἀνιάτοις κατὰ τὴν μοχθηρίαν;
ἐπανόρθωσιν δ’ ἔχουσι μᾶλλον βοηθητέον εἰς τὸ ἦθος ἢ τὴν
(20) οὐσίαν, ὅσῳ βέλτιον καὶ τῆς φιλίας οἰκειότερον. δόξειε δ’
ἂν ὁ διαλυόμενος οὐδὲν ἄτοπον ποιεῖν· οὐ γὰρ τῷ τοιούτῳ
φίλος ἦν· ἀλλοιωθέντα οὖν ἀδυνατῶν ἀνασῶσαι ἀφίσταται.
εἰ δ’ ὃ μὲν διαμένοι ὃ δ’ ἐπιεικέστερος γίνοιτο καὶ πολὺ
διαλλάττοι τῇ ἀρετῇ, ἆρα χρηστέον φίλῳ; ἢ οὐκ ἐνδέχεται;
(25) ἐν μεγάλῃ δὲ διαστάσει μάλιστα δῆλον γίνεται, οἷον ἐν
ταῖς παιδικαῖς φιλίαις· εἰ γὰρ ὃ μὲν διαμένοι τὴν διά-
νοιαν παῖς ὃ δ’ ἀνὴρ εἴη οἷος κράτιστος, πῶς ἂν εἶεν φίλοι
μήτ’ ἀρεσκόμενοι τοῖς αὐτοῖς μήτε χαίροντες καὶ λυπού-
μενοι; οὐδὲ γὰρ περὶ ἀλλήλους ταῦθ’ ὑπάρξει αὐτοῖς, ἄνευ
(30) δὲ τούτων οὐκ ἦν φίλους εἶναι· συμβιοῦν γὰρ οὐχ οἷόν
τε. εἴρηται δὲ περὶ τούτων. ἆρ’ οὖν οὐθὲν ἀλλοιότερον πρὸς
αὐτὸν ἑκτέον ἢ εἰ μὴ ἐγεγόνει φίλος μηδέποτε; ἢ δεῖ
μνείαν ἔχειν τῆς γενομένης συνηθείας, καὶ καθάπερ φίλοις
μᾶλλον ἢ ὀθνείοις οἰόμεθα δεῖν χαρίζεσθαι, οὕτω καὶ τοῖς
(35) γενομένοις ἀπονεμητέον τι διὰ τὴν προγενομένην φιλίαν,
ὅταν μὴ δι’ ὑπερβολὴν μοχθηρίας διάλυσις γένηται.