Τριττῶν δ’ οὐσῶν φιλιῶν, καθάπερ ἐν ἀρχῇ εἴρηται,
(35) καὶ καθ’ ἑκάστην τῶν μὲν ἐν ἰσότητι φίλων ὄντων τῶν δὲ
καθ’ ὑπεροχήν (καὶ γὰρ ὁμοίως ἀγαθοὶ φίλοι γίνονται καὶ
[1162b] ἀμείνων χείρονι, ὁμοίως δὲ καὶ ἡδεῖς καὶ διὰ τὸ χρήσι-
μον, ἰσάζοντες ταῖς ὠφελείαις καὶ διαφέροντες), τοὺς ἴσους
μὲν κατ’ ἰσότητα δεῖ τῷ φιλεῖν καὶ τοῖς λοιποῖς ἰσάζειν,
τοὺς δ’ ἀνίσους τὸ ἀνάλογον ταῖς ὑπεροχαῖς ἀποδιδόναι.
(5) γίνεται δὲ τὰ ἐγκλήματα καὶ αἱ μέμψεις ἐν τῇ κατὰ
τὸ χρήσιμον φιλίᾳ ἢ μόνῃ ἢ μάλιστα, εὐλόγως. οἱ μὲν
γὰρ δι’ ἀρετὴν φίλοι ὄντες εὖ δρᾶν ἀλλήλους προθυμοῦνται
(τοῦτο γὰρ ἀρετῆς καὶ φιλίας), πρὸς τοῦτο δ’ ἁμιλλωμένων
οὐκ ἔστιν ἐγκλήματα οὐδὲ μάχαι· τὸν γὰρ φιλοῦντα καὶ
(10) εὖ ποιοῦντα οὐδεὶς δυσχεραίνει, ἀλλ’ ἂν ᾖ χαρίεις, ἀμύ-
νεται εὖ δρῶν. ὁ δ’ ὑπερβάλλων, τυγχάνων οὗ ἐφίεται,
οὐκ ἂν ἐγκαλοίη τῷ φίλῳ· ἕκαστος γὰρ τοῦ ἀγαθοῦ ὀρέγε-
ται. οὐ πάνυ δ’ οὐδ’ ἐν τοῖς δι’ ἡδονήν· ἅμα γὰρ ἀμφοῖν
γίνεται οὗ ὀρέγονται, εἰ τῷ συνδιάγειν χαίρουσιν· γελοῖος
(15) δ’ ἂν φαίνοιτο καὶ ὁ ἐγκαλῶν τῷ μὴ τέρποντι, ἐξὸν μὴ
συνημερεύειν. ἡ δὲ διὰ τὸ χρήσιμον ἐγκληματική· ἐπ’
ὠφελείᾳ γὰρ χρώμενοι ἀλλήλοις ἀεὶ τοῦ πλείονος δέονται,
καὶ ἔλαττον ἔχειν οἴονται τοῦ προσήκοντος, καὶ μέμφονται
ὅτι οὐχ ὅσων δέονται τοσούτων τυγχάνουσιν ἄξιοι ὄντες· οἱ
(20) δ’ εὖ ποιοῦντες οὐ δύνανται ἐπαρκεῖν τοσαῦτα ὅσων οἱ πά-
σχοντες δέονται. ἔοικε δέ, καθάπερ τὸ δίκαιόν ἐστι διττόν,
τὸ μὲν ἄγραφον τὸ δὲ κατὰ νόμον, καὶ τῆς κατὰ τὸ
χρήσιμον φιλίας ἣ μὲν ἠθικὴ ἣ δὲ νομικὴ εἶναι. γίνεται
οὖν τὰ ἐγκλήματα μάλισθ’ ὅταν μὴ κατὰ τὴν αὐτὴν συν-
(25) αλλάξωσι καὶ διαλύωνται. ἔστι δ’ ἡ νομικὴ μὲν ἡ ἐπὶ
ῥητοῖς, ἡ μὲν πάμπαν ἀγοραία ἐκ χειρὸς εἰς χεῖρα, ἡ
δὲ ἐλευθεριωτέρα εἰς χρόνον, καθ’ ὁμολογίαν δὲ τί ἀντὶ
τίνος. δῆλον δ’ ἐν ταύτῃ τὸ ὀφείλημα κοὐκ ἀμφίλογον,
φιλικὸν δὲ τὴν ἀναβολὴν ἔχει· διόπερ ἐνίοις οὐκ εἰσὶ τούτων
(30) δίκαι, ἀλλ’ οἴονται δεῖν στέργειν τοὺς κατὰ πίστιν συναλλά-
ξαντας. ἡ δ’ ἠθικὴ οὐκ ἐπὶ ῥητοῖς, ἀλλ’ ὡς φίλῳ δωρεῖται
ἢ ὁτιδήποτε ἄλλο· κομίζεσθαι δὲ ἀξιοῖ τὸ ἴσον ἢ πλέον,
ὡς οὐ δεδωκὼς ἀλλὰ χρήσας· οὐχ ὁμοίως δὲ συναλ-
λάξας καὶ διαλυόμενος ἐγκαλέσει. τοῦτο δὲ συμβαίνει
(35) διὰ τὸ βούλεσθαι μὲν πάντας ἢ τοὺς πλείστους τὰ καλά,
προαιρεῖσθαι δὲ τὰ ὠφέλιμα· καλὸν δὲ τὸ εὖ ποιεῖν μὴ
[1163a] ἵνα ἀντιπάθῃ, ὠφέλιμον δὲ τὸ εὐεργετεῖσθαι. δυναμένῳ
δὴ ἀνταποδοτέον τὴν ἀξίαν ὧν ἔπαθεν [καὶ ἑκόντι] (ἄκοντα
γὰρ φίλον οὐ ποιητέον· ὡς δὴ διαμαρτόντα ἐν τῇ ἀρχῇ
καὶ εὖ παθόντα ὑφ’ οὗ οὐκ ἔδει —οὐ γὰρ ὑπὸ φίλου, οὐδὲ δι’
(5) αὐτὸ τοῦτο δρῶντος— καθάπερ οὖν ἐπὶ ῥητοῖς εὐεργετηθέντα
διαλυτέον)· καὶ †ὁμολογήσαι δ’† ἂν δυνάμενος ἀποδώσειν·
ἀδυνατοῦντα δ’ οὐδ’ ὁ διδοὺς ἠξίωσεν ἄν. ὥστ’ εἰ δυνατόν,
ἀποδοτέον. ἐν ἀρχῇ δ’ ἐπισκεπτέον ὑφ’ οὗ εὐεργετεῖται καὶ
ἐπὶ τίνι, ὅπως ἐπὶ τούτοις ὑπομένῃ ἢ μή. ἀμφισβήτησιν
(10) δ’ ἔχει πότερα δεῖ τῇ τοῦ παθόντος ὠφελείᾳ μετρεῖν καὶ
πρὸς ταύτην ποιεῖσθαι τὴν ἀνταπόδοσιν, ἢ τῇ τοῦ δράσαν-
τος εὐεργεσίᾳ. οἱ μὲν γὰρ παθόντες τοιαῦτά φασι λαβεῖν
παρὰ τῶν εὐεργετῶν ἃ μικρὰ ἦν ἐκείνοις καὶ ἐξῆν παρ’
ἑτέρων λαβεῖν, κατασμικρίζοντες· οἳ δ’ ἀνάπαλιν τὰ μέ-
(15) γιστα τῶν παρ’ αὑτοῖς, καὶ ἃ παρ’ ἄλλων οὐκ ἦν, καὶ ἐν
κινδύνοις ἢ τοιαύταις χρείαις. ἆρ’ οὖν διὰ μὲν τὸ χρήσιμον
τῆς φιλίας οὔσης ἡ τοῦ παθόντος ὠφέλεια μέτρον ἐστίν; οὗτος
γὰρ ὁ δεόμενος, καὶ ἐπαρκεῖ αὐτῷ ὡς κομιούμενος τὴν
ἴσην· τοσαύτη οὖν γεγένηται ἡ ἐπικουρία ὅσον οὗτος ὠφέλη-
(20) ται, καὶ ἀποδοτέον δὴ αὐτῷ ὅσον ἐπηύρετο, ἢ καὶ πλέον·
κάλλιον γάρ. ἐν δὲ ταῖς κατ’ ἀρετὴν ἐγκλήματα μὲν οὐκ
ἔστιν, μέτρῳ δ’ ἔοικεν ἡ τοῦ δράσαντος προαίρεσις· τῆς
ἀρετῆς γὰρ καὶ τοῦ ἤθους ἐν τῇ προαιρέσει τὸ κύριον.
Διαφέρονται δὲ καὶ ἐν ταῖς καθ’ ὑπεροχὴν φιλίαις·
(25) ἀξιοῖ γὰρ ἑκάτερος πλέον ἔχειν, ὅταν δὲ τοῦτο γίνηται,
διαλύεται ἡ φιλία. οἴεται γὰρ ὅ τε βελτίων προσήκειν
αὑτῷ πλέον ἔχειν· τῷ γὰρ ἀγαθῷ νέμεσθαι πλέον· ὁμοίως
δὲ καὶ ὁ ὠφελιμώτερος· ἀχρεῖον γὰρ ὄντα οὔ φασι δεῖν ἴσον
ἔχειν· λειτουργίαν τε γὰρ γίνεσθαι καὶ οὐ φιλίαν, εἰ μὴ
(30) κατ’ ἀξίαν τῶν ἔργων ἔσται τὰ ἐκ τῆς φιλίας. οἴονται
γάρ, καθάπερ ἐν χρημάτων κοινωνίᾳ πλεῖον λαμβάνουσιν
οἱ συμβαλλόμενοι πλεῖον, οὕτω δεῖν καὶ ἐν τῇ φιλίᾳ. ὁ
δ’ ἐνδεὴς καὶ ὁ χείρων ἀνάπαλιν· φίλου γὰρ ἀγαθοῦ εἶναι
τὸ ἐπαρκεῖν τοῖς ἐνδεέσιν· τί γάρ, φασίν, ὄφελος σπουδαίῳ
(35) ἢ δυνάστῃ φίλον εἶναι, μηδέν γε μέλλοντα ἀπολαύειν;
[1163b] ἔοικε δ’ οὖν ἑκάτερος ὀρθῶς ἀξιοῦν, καὶ δεῖν ἑκατέρῳ πλέον
νέμειν ἐκ τῆς φιλίας, οὐ τοῦ αὐτοῦ δέ, ἀλλὰ τῷ μὲν ὑπερ-
έχοντι τιμῆς τῷ δ’ ἐνδεεῖ κέρδους· τῆς μὲν γὰρ ἀρετῆς
καὶ τῆς εὐεργεσίας ἡ τιμὴ γέρας, τῆς δ’ ἐνδείας ἐπικουρία
(5) τὸ κέρδος. οὕτω δ’ ἔχειν τοῦτο καὶ ἐν ταῖς πολιτείαις φαί-
νεται· οὐ γὰρ τιμᾶται ὁ μηδὲν ἀγαθὸν τῷ κοινῷ πορίζων·
τὸ κοινὸν γὰρ δίδοται τῷ τὸ κοινὸν εὐεργετοῦντι, ἡ τιμὴ δὲ
κοινόν. οὐ γὰρ ἔστιν ἅμα χρηματίζεσθαι ἀπὸ τῶν κοινῶν
καὶ τιμᾶσθαι. ἐν πᾶσι γὰρ τὸ ἔλαττον οὐδεὶς ὑπομένει·
(10) τῷ δὴ περὶ χρήματα ἐλαττουμένῳ τιμὴν ἀπονέμουσι καὶ
τῷ δωροδόκῳ χρήματα· τὸ κατ’ ἀξίαν γὰρ ἐπανισοῖ καὶ
σῴζει τὴν φιλίαν, καθάπερ εἴρηται. οὕτω δὴ καὶ τοῖς ἀνί-
σοις ὁμιλητέον, καὶ τῷ εἰς χρήματα ὠφελουμένῳ ἢ εἰς
ἀρετὴν τιμὴν ἀνταποδοτέον, ἀποδιδόντα τὰ ἐνδεχόμενα.
(15) τὸ δυνατὸν γὰρ ἡ φιλία ἐπιζητεῖ, οὐ τὸ κατ’ ἀξίαν· οὐδὲ
γὰρ ἔστιν ἐν πᾶσι, καθάπερ ἐν ταῖς πρὸς τοὺς θεοὺς τιμαῖς
καὶ τοὺς γονεῖς· οὐδεὶς γὰρ τὴν ἀξίαν ποτ’ ἂν ἀποδοίη, εἰς
δύναμιν δὲ ὁ θεραπεύων ἐπιεικὴς εἶναι δοκεῖ. διὸ κἂν δό-
ξειεν οὐκ ἐξεῖναι υἱῷ πατέρα ἀπείπασθαι, πατρὶ δ’ υἱόν·
(20) ὀφείλοντα γὰρ ἀποδοτέον, οὐδὲν δὲ ποιήσας ἄξιον τῶν
ὑπηργμένων δέδρακεν, ὥστ’ ἀεὶ ὀφείλει. οἷς δ’ ὀφείλεται,
ἐξουσία ἀφεῖναι· καὶ τῷ πατρὶ δή. ἅμα δ’ ἴσως οὐδείς ποτ’
ἂν ἀποστῆναι δοκεῖ μὴ ὑπερβάλλοντος μοχθηρίᾳ· χωρὶς
γὰρ τῆς φυσικῆς φιλίας τὴν ἐπικουρίαν ἀνθρωπικὸν μὴ
(25) διωθεῖσθαι. τῷ δὲ φευκτὸν ἢ οὐ σπουδαστὸν τὸ ἐπαρκεῖν,
μοχθηρῷ ὄντι· εὖ πάσχειν γὰρ οἱ πολλοὶ βούλονται, τὸ
δὲ ποιεῖν φεύγουσιν ὡς ἀλυσιτελές. περὶ μὲν οὖν τούτων
ἐπὶ τοσοῦτον εἰρήσθω.