[30] Ἀκούω δ’ αὐτόν, ὦ ἄνδρες δικασταί, ἐπὶ τοῦτον τὸν
λόγον τρέπεσθαι, ὡς ὀργισθεὶς εἴρηκε ταῦτα ἐμοῦ μαρ-
τυρήσαντος τὴν αὐτὴν μαρτυρίαν Διονυσίῳ. ὑμεῖς δ’ ἐνθυ-
μεῖσθε, ὦ ἄνδρες δικασταί, ὅτι ὁ νομοθέτης οὐδεμίαν
ὀργῇ συγγνώμην δίδωσιν, ἀλλὰ ζημιοῖ τὸν λέγοντα, ἐὰν
μὴ ἀποφαίνῃ ὡς ἔστιν ἀληθῆ τὰ εἰρημένα. ἐγὼ δὲ δὶς
ἤδη περὶ τούτου μεμαρτύρηκα· οὐ γάρ πω ᾔδη ὅτι ὑμεῖς
τοὺς μὲν ἰδόντας τιμωρεῖσθε, τοῖς δὲ ἀποβαλοῦσι συγ-
γνώμην ἔχετε.

    [31] Περὶ μὲν οὖν τούτων οὐκ οἶδ’ ὅ τι δεῖ πλείω λέγειν·
ἐγὼ δ’ ὑμῶν δέομαι καταψηφίσασθαι Θεομνήστου, ἐνθυ-
μουμένους ὅτι οὐκ ἂν γένοιτο τούτου μείζων ἀγών μοι.
νῦν γὰρ διώκω <μὲν> κακηγορίας, τῇ δ’ αὐτῇ ψήφῳ
φόνου φεύγω τοῦ πατρός, ὃς μόνος, ἐπειδὴ τάχιστα ἐδο-
κιμάσθην, ἐπεξῆλθον τοῖς τριάκοντα ἐν Ἀρείῳ πάγῳ. [32] ὧν
μεμνημένοι καὶ ἐμοὶ καὶ τῷ πατρὶ βοηθήσατε καὶ τοῖς
νόμοις τοῖς κειμένοις καὶ τοῖς ὅρκοις οἷς ὀμωμόκατε.