[33] Εἰς τοσοῦτον δὲ ἀναισχυντίας ἀφῖκται, ὥστε καὶ πα-
ρασκευάζεται τὰ πολιτικὰ πράττειν καὶ ἤδη δημηγορεῖ
καὶ ἐπιτιμᾷ καὶ ἀποδοκιμάζει τῶν ἀρχόντων τισί. καὶ συμ-
βουλεύει τὴν βουλὴν εἰσιὼν περὶ θυσιῶν καὶ προσόδων
καὶ εὐχῶν καὶ μαντειῶν. καίτοι τούτῳ πειθόμενοι ποίοις
θεοῖς ἡγήσεσθε κεχαρισμένα ποιεῖν; μὴ γὰρ οἴεσθε, ὦ ἄν-
δρες δικασταί, εἰ ὑμεῖς βούλεσθε τὰ τούτῳ πεποιημένα
ἐπιλαθέσθαι, καὶ τοὺς θεοὺς ἐπιλήσεσθαι. [34] ἀξιοῖ δὲ οὐχ ὡς
ἠδικηκὼς ἡσυχίαν ἔχων πολιτεύεσθαι, ἀλλ’ ὥσπερ αὐτὸς
ἐξευρὼν τοὺς τὴν πόλιν ἀδικήσαντας, οὕτω διανοεῖται, καὶ
παρασκευάζεται ὅπως ἑτέρων μεῖζον δυνήσεται, ὥσπερ οὐ
διὰ πρᾳότητα καὶ ἀσχολίαν τὴν ὑμετέραν οὐ δεδωκὼς
ὑμῖν δίκην, εἰς οὓς νῦν ἁμαρτάνων οὐ λανθάνει, ἀλλ’ ἅμα
ἐξελεγχθήσεταί τε καὶ δώσει δίκην.