Διαφέρει δὲ ταῦτα ἀλλήλων εἴδει· καὶ αἱ φιλήσεις
ἄρα καὶ αἱ φιλίαι. τρία δὴ τὰ τῆς φιλίας εἴδη, ἰσάριθμα
τοῖς φιλητοῖς· καθ’ ἕκαστον γάρ ἐστιν ἀντιφίλησις οὐ λανθά-
νουσα, οἱ δὲ φιλοῦντες ἀλλήλους βούλονται τἀγαθὰ ἀλλήλοις
(10) ταύτῃ ᾗ φιλοῦσιν. οἱ μὲν οὖν διὰ τὸ χρήσιμον φιλοῦντες ἀλ-
λήλους οὐ καθ’ αὑτοὺς φιλοῦσιν, ἀλλ’ ᾗ γίνεταί τι αὐτοῖς παρ’
ἀλλήλων ἀγαθόν. ὁμοίως δὲ καὶ οἱ δι’ ἡδονήν· οὐ γὰρ τῷ
ποιούς τινας εἶναι ἀγαπῶσι τοὺς εὐτραπέλους, ἀλλ’ ὅτι ἡδεῖς
αὑτοῖς. οἵ τε δὴ διὰ τὸ χρήσιμον φιλοῦντες διὰ τὸ αὑτοῖς
(15) ἀγαθὸν στέργουσι, καὶ οἱ δι’ ἡδονὴν διὰ τὸ αὑτοῖς ἡδύ, καὶ
οὐχ ᾗ ὁ φιλούμενός ἐστιν, ἀλλ’ ᾗ χρήσιμος ἢ ἡδύς. κατὰ
συμβεβηκός τε δὴ αἱ φιλίαι αὗταί εἰσιν· οὐ γὰρ ᾗ ἐστὶν ὅσ-
περ ἐστὶν ὁ φιλούμενος, ταύτῃ φιλεῖται, ἀλλ’ ᾗ πορίζουσιν
οἳ μὲν ἀγαθόν τι οἳ δ’ ἡδονήν. εὐδιάλυτοι δὴ αἱ τοιαῦταί
(20) εἰσι, μὴ διαμενόντων αὐτῶν ὁμοίων· ἐὰν γὰρ μηκέτι ἡδεῖς
ἢ χρήσιμοι ὦσι, παύονται φιλοῦντες. τὸ δὲ χρήσιμον οὐ δια-
μένει, ἀλλ’ ἄλλοτε ἄλλο γίνεται. ἀπολυθέντος οὖν δι’ ὃ
φίλοι ἦσαν, διαλύεται καὶ ἡ φιλία, ὡς οὔσης τῆς φιλίας
πρὸς ἐκεῖνα. μάλιστα δ’ ἐν τοῖς πρεσβύταις ἡ τοιαύτη δο-
(25) κεῖ φιλία γίνεσθαι (οὐ γὰρ τὸ ἡδὺ οἱ τηλικοῦτοι διώκουσιν
ἀλλὰ τὸ ὠφέλιμον), καὶ τῶν ἐν ἀκμῇ καὶ νέων ὅσοι τὸ
συμφέρον διώκουσιν. οὐ πάνυ δ’ οἱ τοιοῦτοι οὐδὲ συζῶσι μετ’
ἀλλήλων· ἐνίοτε γὰρ οὐδ’ εἰσὶν ἡδεῖς· οὐδὲ δὴ προσδέονται
τῆς τοιαύτης ὁμιλίας, ἐὰν μὴ ὠφέλιμοι ὦσιν· ἐπὶ τοσοῦτον
(30) γάρ εἰσιν ἡδεῖς ἐφ’ ὅσον ἐλπίδας ἔχουσιν ἀγαθοῦ. εἰς ταύ-
τας δὲ καὶ τὴν ξενικὴν τιθέασιν. ἡ δὲ τῶν νέων φιλία δι’
ἡδονὴν εἶναι δοκεῖ· κατὰ πάθος γὰρ οὗτοι ζῶσι, καὶ μάλιστα
διώκουσι τὸ ἡδὺ αὑτοῖς καὶ τὸ παρόν· τῆς ἡλικίας δὲ μετα-
πιπτούσης καὶ τὰ ἡδέα γίνεται ἕτερα. διὸ ταχέως γίνονται
(35) φίλοι καὶ παύονται· ἅμα γὰρ τῷ ἡδεῖ ἡ φιλία μεταπί-
[1156b] πτει, τῆς δὲ τοιαύτης ἡδονῆς ταχεῖα ἡ μεταβολή. καὶ ἐρω-
τικοὶ δ’ οἱ νέοι· κατὰ πάθος γὰρ καὶ δι’ ἡδονὴν τὸ πολὺ
τῆς ἐρωτικῆς· διόπερ φιλοῦσι καὶ ταχέως παύονται, πολ-
λάκις τῆς αὐτῆς ἡμέρας μεταπίπτοντες. συνημερεύειν δὲ καὶ
(5) συζῆν οὗτοι βούλονται· γίνεται γὰρ αὐτοῖς τὸ κατὰ τὴν
φιλίαν οὕτως.

    Τελεία δ’ ἐστὶν ἡ τῶν ἀγαθῶν φιλία καὶ κατ’ ἀρετὴν
ὁμοίων· οὗτοι γὰρ τἀγαθὰ ὁμοίως βούλονται ἀλλήλοις ᾗ
ἀγαθοί, ἀγαθοὶ δ’ εἰσὶ καθ’ αὑτούς. οἱ δὲ βουλόμενοι τἀγαθὰ
(10) τοῖς φίλοις ἐκείνων ἕνεκα μάλιστα φίλοι· δι’ αὑτοὺς γὰρ
οὕτως ἔχουσι, καὶ οὐ κατὰ συμβεβηκός· διαμένει οὖν ἡ τούτων
φιλία ἕως ἂν ἀγαθοὶ ὦσιν, ἡ δ’ ἀρετὴ μόνιμον. καὶ ἔστιν
ἑκάτερος ἁπλῶς ἀγαθὸς καὶ τῷ φίλῳ· οἱ γὰρ ἀγαθοὶ καὶ
ἁπλῶς ἀγαθοὶ καὶ ἀλλήλοις ὠφέλιμοι. ὁμοίως δὲ καὶ
(15) ἡδεῖς· καὶ γὰρ ἁπλῶς οἱ ἀγαθοὶ ἡδεῖς καὶ ἀλλήλοις· ἑκάστῳ
γὰρ καθ’ ἡδονήν εἰσιν αἱ οἰκεῖαι πράξεις καὶ αἱ τοιαῦται,
τῶν ἀγαθῶν δὲ αἱ αὐταὶ ἢ ὅμοιαι. ἡ τοιαύτη δὲ φιλία
μόνιμος εὐλόγως ἐστίν· συνάπτει γὰρ ἐν αὐτῇ πάνθ’ ὅσα
τοῖς φίλοις δεῖ ὑπάρχειν. πᾶσα γὰρ φιλία δι’ ἀγαθόν ἐστιν
(20) ἢ δι’ ἡδονήν, ἢ ἁπλῶς ἢ τῷ φιλοῦντι, καὶ καθ’ ὁμοιότητά
τινα· ταύτῃ δὲ πάνθ’ ὑπάρχει τὰ εἰρημένα καθ’ αὑτούς·
†ταύτῃ γὰρ ὅμοια† καὶ τὰ λοιπά, τό τε ἁπλῶς ἀγαθὸν καὶ
ἡδὺ ἁπλῶς ἐστίν, μάλιστα δὲ ταῦτα φιλητά· καὶ τὸ φιλεῖν
δὴ καὶ ἡ φιλία ἐν τούτοις μάλιστα καὶ ἀρίστη. σπανίας δ’
(25) εἰκὸς τὰς τοιαύτας εἶναι· ὀλίγοι γὰρ οἱ τοιοῦτοι. ἔτι δὲ προσ-
δεῖται χρόνου καὶ συνηθείας· κατὰ τὴν παροιμίαν γὰρ οὐκ
ἔστιν εἰδῆσαι ἀλλήλους πρὶν τοὺς λεγομένους ἅλας συναναλῶ-
σαι· οὐδ’ ἀποδέξασθαι δὴ πρότερον οὐδ’ εἶναι φίλους, πρὶν ἂν
ἑκάτερος ἑκατέρῳ φανῇ φιλητὸς καὶ πιστευθῇ. οἱ δὲ ταχέως
(30) τὰ φιλικὰ πρὸς ἀλλήλους ποιοῦντες βούλονται μὲν φίλοι εἶναι,
οὐκ εἰσὶ δέ, εἰ μὴ καὶ φιλητοί, καὶ τοῦτ’ ἴσασιν· βούλησις μὲν
γὰρ ταχεῖα φιλίας γίνεται, φιλία δ’ οὔ.

    Αὕτη μὲν οὖν καὶ κατὰ τὸν χρόνον καὶ κατὰ τὰ λοιπὰ
τελεία ἐστί, καὶ κατὰ πάντα ταὐτὰ γίνεται καὶ ὅμοια ἑκα-
(35) τέρῳ παρ’ ἑκατέρου, ὅπερ δεῖ τοῖς φίλοις ὑπάρχειν. ἡ δὲ
[1157a] διὰ τὸ ἡδὺ ὁμοίωμα ταύτης ἔχει· καὶ γὰρ οἱ ἀγαθοὶ ἡδεῖς
ἀλλήλοις. ὁμοίως δὲ καὶ ἡ διὰ τὸ χρήσιμον· καὶ γὰρ τοιοῦ-
τοι ἀλλήλοις οἱ ἀγαθοί. μάλιστα δὲ καὶ ἐν τούτοις αἱ φι-
λίαι μένουσιν, ὅταν τὸ αὐτὸ γίνηται παρ’ ἀλλήλων, οἷον
(5) ἡδονή, καὶ μὴ μόνον οὕτως ἀλλὰ καὶ ἀπὸ τοῦ αὐτοῦ, οἷον
τοῖς εὐτραπέλοις, καὶ μὴ ὡς ἐραστῇ καὶ ἐρωμένῳ. οὐ γὰρ
ἐπὶ τοῖς αὐτοῖς ἥδονται οὗτοι, ἀλλ’ ὃ μὲν ὁρῶν ἐκεῖνον, ὃ
δὲ θεραπευόμενος ὑπὸ τοῦ ἐραστοῦ· ληγούσης δὲ τῆς ὥρας
ἐνίοτε καὶ ἡ φιλία λήγει (τῷ μὲν γὰρ οὐκ ἔστιν ἡδεῖα ἡ
(10) ὄψις, τῷ δ’ οὐ γίνεται ἡ θεραπεία)· πολλοὶ δ’ αὖ διαμέ-
νουσιν, ἐὰν ἐκ τῆς συνηθείας τὰ ἤθη στέρξωσιν, ὁμοήθεις
ὄντες. οἱ δὲ μὴ τὸ ἡδὺ ἀντικαταλλαττόμενοι ἀλλὰ τὸ
χρήσιμον ἐν τοῖς ἐρωτικοῖς καὶ εἰσὶν ἧττον φίλοι καὶ δια-
μένουσιν. οἱ δὲ διὰ τὸ χρήσιμον ὄντες φίλοι ἅμα τῷ συμ-
(15) φέροντι διαλύονται· οὐ γὰρ ἀλλήλων ἦσαν φίλοι ἀλλὰ
τοῦ λυσιτελοῦς. δι’ ἡδονὴν μὲν οὖν καὶ διὰ τὸ χρήσιμον καὶ
φαύλους ἐνδέχεται φίλους ἀλλήλοις εἶναι καὶ ἐπιεικεῖς
φαύλοις καὶ μηδέτερον ὁποιῳοῦν, δι’ αὑτοὺς δὲ δῆλον ὅτι
μόνους τοὺς ἀγαθούς· οἱ γὰρ κακοὶ οὐ χαίρουσιν ἑαυτοῖς, εἰ
(20) μή τις ὠφέλεια γίνοιτο. καὶ μόνη δὲ ἡ τῶν ἀγαθῶν φι-
λία ἀδιάβλητός ἐστιν· οὐ γὰρ ῥᾴδιον οὐδενὶ πιστεῦσαι περὶ
τοῦ ἐν πολλῷ χρόνῳ ὑφ’ αὑτοῦ δεδοκιμασμένου· καὶ τὸ πι-
στεύειν ἐν τούτοις, καὶ τὸ μηδέποτ’ ἂν ἀδικῆσαι, καὶ ὅσα
ἄλλα ἐν τῇ ὡς ἀληθῶς φιλίᾳ ἀξιοῦται. ἐν δὲ ταῖς ἑτέραις
(25) οὐδὲν κωλύει τὰ τοιαῦτα γίνεσθαι. ἐπεὶ γὰρ οἱ ἄνθρωποι
λέγουσι φίλους καὶ τοὺς διὰ τὸ χρήσιμον, ὥσπερ αἱ πόλεις
(δοκοῦσι γὰρ αἱ συμμαχίαι ταῖς πόλεσι γίνεσθαι ἕνεκα τοῦ
συμφέροντος), καὶ τοὺς δι’ ἡδονὴν ἀλλήλους στέργοντας, ὥσ-
περ οἱ παῖδες, ἴσως λέγειν μὲν δεῖ καὶ ἡμᾶς φίλους τοὺς
(30) τοιούτους, εἴδη δὲ τῆς φιλίας πλείω, καὶ πρώτως μὲν καὶ
κυρίως τὴν τῶν ἀγαθῶν ᾗ ἀγαθοί, τὰς δὲ λοιπὰς καθ’
ὁμοιότητα· ᾗ γὰρ ἀγαθόν τι καὶ ὅμοιόν τι, ταύτῃ φίλοι·
καὶ γὰρ τὸ ἡδὺ ἀγαθὸν τοῖς φιληδέσιν. οὐ πάνυ δ’ αὗται
συνάπτουσιν, οὐδὲ γίνονται οἱ αὐτοὶ φίλοι διὰ τὸ χρήσιμον
(35) καὶ διὰ τὸ ἡδύ· οὐ γὰρ πάνυ συνδυάζεται τὰ κατὰ συμ-
βεβηκός.

    [1157b] Εἰς ταῦτα δὲ τὰ εἴδη τῆς φιλίας νενεμημένης οἱ μὲν
φαῦλοι ἔσονται φίλοι δι’ ἡδονὴν ἢ τὸ χρήσιμον, ταύτῃ
ὅμοιοι ὄντες, οἱ δ’ ἀγαθοὶ δι’ αὑτοὺς φίλοι· ᾗ γὰρ ἀγαθοί.
οὗτοι μὲν οὖν ἁπλῶς φίλοι, ἐκεῖνοι δὲ κατὰ συμβεβηκὸς
(5) καὶ τῷ ὡμοιῶσθαι τούτοις. Ὥσπερ δ’ ἐπὶ τῶν ἀρετῶν οἳ
μὲν καθ’ ἕξιν οἳ δὲ κατ’ ἐνέργειαν ἀγαθοὶ λέγονται, οὕτω
καὶ ἐπὶ τῆς φιλίας· οἱ μὲν γὰρ συζῶντες χαίρουσιν ἀλλή-
λοις καὶ πορίζουσι τἀγαθά, οἱ δὲ καθεύδοντες ἢ κεχωρισ-
μένοι τοῖς τόποις οὐκ ἐνεργοῦσι μέν, οὕτω δ’ ἔχουσιν ὥστ’
(10) ἐνεργεῖν φιλικῶς· οἱ γὰρ τόποι οὐ διαλύουσι τὴν φιλίαν
ἁπλῶς, ἀλλὰ τὴν ἐνέργειαν. ἐὰν δὲ χρόνιος ἡ ἀπουσία
γίνηται, καὶ τῆς φιλίας δοκεῖ λήθην ποιεῖν· ὅθεν εἴρηται
«πολλὰς δὴ φιλίας ἀπροσηγορία διέλυσεν». οὐ φαίνονται
δ’ οὔθ’ οἱ πρεσβῦται οὔθ’ οἱ στρυφνοὶ φιλικοὶ εἶναι· βραχὺ
(15) γὰρ ἐν αὐτοῖς τὸ τῆς ἡδονῆς, οὐδεὶς δὲ δύναται συνημερεύειν
τῷ λυπηρῷ οὐδὲ τῷ μὴ ἡδεῖ· μάλιστα γὰρ ἡ φύσις φαί-
νεται τὸ λυπηρὸν φεύγειν, ἐφίεσθαι δὲ τοῦ ἡδέος. οἱ
δ’ ἀποδεχόμενοι ἀλλήλους, μὴ συζῶντες δέ, εὔνοις ἐοίκασι
μᾶλλον ἢ φίλοις. οὐδὲν γὰρ οὕτως ἐστὶ φίλων ὡς τὸ συζῆν
(20) (ὠφελείας μὲν γὰρ οἱ ἐνδεεῖς ὀρέγονται, συνημερεύειν δὲ
καὶ οἱ μακάριοι· μονώταις γὰρ εἶναι τούτοις ἥκιστα προσ-
ήκει)· συνδιάγειν δὲ μετ’ ἀλλήλων οὐκ ἔστι μὴ ἡδεῖς
ὄντας μηδὲ χαίροντας τοῖς αὐτοῖς, ὅπερ ἡ ἑταιρικὴ δοκεῖ
ἔχειν.

    (25) Μάλιστα μὲν οὖν ἐστὶ φιλία ἡ τῶν ἀγαθῶν, καθάπερ
πολλάκις εἴρηται· δοκεῖ γὰρ φιλητὸν μὲν καὶ αἱρετὸν τὸ
ἁπλῶς ἀγαθὸν ἢ ἡδύ, ἑκάστῳ δὲ τὸ αὑτῷ τοιοῦτον· ὁ δ’
ἀγαθὸς τῷ ἀγαθῷ δι’ ἄμφω ταῦτα. ἔοικε δ’ ἡ μὲν φί-
λησις πάθει, ἡ δὲ φιλία ἕξει· ἡ γὰρ φίλησις οὐχ ἧττον
(30) πρὸς τὰ ἄψυχά ἐστιν, ἀντιφιλοῦσι δὲ μετὰ προαιρέσεως,
ἡ δὲ προαίρεσις ἀφ’ ἕξεως· καὶ τἀγαθὰ βούλονται τοῖς
φιλουμένοις ἐκείνων ἕνεκα, οὐ κατὰ πάθος ἀλλὰ καθ’ ἕξιν.
καὶ φιλοῦντες τὸν φίλον τὸ αὑτοῖς ἀγαθὸν φιλοῦσιν· ὁ γὰρ
ἀγαθὸς φίλος γινόμενος ἀγαθὸν γίνεται ᾧ φίλος. ἑκάτερος
(35) οὖν φιλεῖ τε τὸ αὑτῷ ἀγαθόν, καὶ τὸ ἴσον ἀνταποδίδωσι
τῇ βουλήσει καὶ τῷ ἡδεῖ· λέγεται γὰρ φιλότης ἰσότης,
[1158a] μάλιστα δὲ τῇ τῶν ἀγαθῶν ταῦθ’ ὑπάρχει.