[128] Ἴσως δ’ ἄν τινες ἐπιτιμῆσαί μοι τολμήσειαν τῶν
οὐδὲν ἄλλο δυναμένων ἢ τοῦτο ποιεῖν, ὅτι σὲ προειλόμην
παρακαλεῖν ἐπί τε τὴν στρατείαν τὴν ἐπὶ τοὺς βαρβάρους
καὶ τὴν ἐπιμέλειαν τὴν τῶν Ἑλλήνων, παραλιπὼν τὴν
ἐμαυτοῦ πόλιν. [129] ἐγὼ δ’ εἰ μὲν πρὸς ἄλλους τινὰς
πρότερον ἐπεχείρουν διαλέγεσθαι περὶ τούτων ἢ πρὸς τὴν
πατρίδα τὴν αὑτοῦ τὴν τρὶς τοὺς Ἕλληνας ἐλευθερώσασαν,
δὶς μὲν ἀπὸ τῶν βαρβάρων, ἅπαξ δ’ ἀπὸ τῆς Λακεδαιμο-
νίων ἀρχῆς, ὡμολόγουν ἂν πλημμελεῖν· νῦν δ’ ἐκείνην μὲν
φανήσομαι πρώτην ἐπὶ ταῦτα προτρέπων ὡς ἠδυνάμην
μετὰ πλείστης σπουδῆς, αἰσθανόμενος δ’ ἔλαττον αὐτὴν
φροντίζουσαν τῶν ὑπ’ ἐμοῦ λεγομένων ἢ τῶν ἐπὶ τοῦ
βήματος μαινομένων ἐκείνην μὲν εἴασα, τῆς δὲ πραγμα-
τείας οὐκ ἀπέστην. [130] διὸ δικαίως ἄν με πάντες ἐπαι-
νοῖεν ὅτι, τῇ δυνάμει ταύτῃ χρώμενος ἣν ἔχων τυγχάνω,
διατετέλεκα πάντα τὸν χρόνον πολεμῶν μὲν τοῖς βαρβά-
ροις, κατηγορῶν δὲ τῶν μὴ τὴν αὐτὴν ἐμοὶ γνώμην ἐχόν-
των, προτρέπειν δ’ ἐπιχειρῶν οὓς ἂν ἐλπίσω μάλιστα
δυνήσεσθαι τοὺς μὲν Ἕλληνας ἀγαθόν τι ποιῆσαι, τοὺς
δὲ βαρβάρους ἀφελέσθαι τὴν ὑπάρχουσαν εὐδαιμονίαν.
[131] διόπερ καὶ νῦν πρὸς σὲ ποιοῦμαι τοὺς λόγους, οὐκ
ἀγνοῶν ὅτι τούτοις ὑπ’ ἐμοῦ μὲν λεγομένοις πολλοὶ φθο-
νήσουσι, τοῖς δ’ αὐτοῖς τούτοις ὑπὸ σοῦ πραττομένοις
ἅπαντες συνησθήσονται. τῶν μὲν γὰρ εἰρημένων οὐδεὶς
κεκοινώνηκε, τῶν δ’ ὠφελιῶν τῶν κατεργασθησομένων
οὐκ ἔστιν ὅστις οὐκ οἰήσεται μεθέξειν.
[132] Σκέψαι δ’ ὡς αἰσχρὸν περιορᾶν τὴν Ἀσίαν ἄμεινον
πράττουσαν τῆς Εὐρώπης καὶ τοὺς βαρβάρους εὐπορωτέ-
ρους τῶν Ἑλλήνων ὄντας, ἔτι δὲ τοὺς μὲν ἀπὸ Κύρου τὴν
ἀρχὴν ἔχοντας, ὃν ἡ μήτηρ εἰς τὴν ὁδὸν ἐξέβαλε, βασιλέας
μεγάλους προσαγορευομένους, τοὺς δ’ ἀφ’ Ἡρακλέους πε-
φυκότας, ὃν ὁ γεννήσας διὰ τὴν ἀρετὴν εἰς θεοὺς ἀνήγαγε,
ταπεινοτέροις ὀνόμασιν ἢ ’κείνους προσαγορευομένους.
ὧν οὐδὲν ἐατέον οὕτως ἔχειν, ἀλλ’ ἀναστρεπτέον καὶ μετα-
στατέον ἅπαντα ταῦτ’ ἐστίν.
[133] Εὖ δ’ ἴσθι μηδὲν ἄν με τούτων ἐπιχειρήσαντά σε
πείθειν, εἰ δυναστείαν μόνον καὶ πλοῦτον ἑώρων ἐξ αὐτῶν
γενησόμενον· ἡγοῦμαι γὰρ τά γε τοιαῦτα καὶ νῦν σοι πλείω
τῶν ἱκανῶν ὑπάρχειν, καὶ πολλὴν ἀπληστίαν ἔχειν ὅς τις
προαιρεῖται κινδυνεύειν ὥστ’ ἢ ταῦτα λαβεῖν ἢ στερηθῆναι
τῆς ψυχῆς. [134] ἀλλὰ γὰρ οὐ πρὸς τὰς τούτων κτήσεις
ἀποβλέψας ποιοῦμαι τοὺς λόγους, ἀλλ’ οἰόμενος ἐκ τούτων
μεγίστην σοι καὶ καλλίστην γενήσεσθαι δόξαν. ἐνθυμοῦ δ’
ὅτι τὸ μὲν σῶμα θνητὸν ἅπαντες ἔχομεν, κατὰ δὲ τὴν εὔ-
νοιαν καὶ τοὺς ἐπαίνους καὶ τὴν φήμην καὶ τὴν μνήμην
τὴν τῷ χρόνῳ συμπαρακολουθοῦσαν ἀθανασίας μεταλαμ-
βάνομεν, ἧς ἄξιον ὀρεγομένους καθ’ ὅσον οἷοί τ’ ἐσμὲν
ὁτιοῦν πάσχειν. [135] ἴδοις δ’ ἂν καὶ τῶν ἰδιωτῶν τοὺς
ἐπιεικεστάτους ὑπὲρ ἄλλου μὲν οὐδενὸς ἂν τὸ ζῆν ἀντι-
καταλλαξαμένους, ὑπὲρ δὲ τοῦ τυχεῖν καλῆς δόξης ἀπο-
θνήσκειν ἐν τοῖς πολέμοις ἐθέλοντας, ὅλως δὲ τοὺς μὲν
τιμῆς ἐπιθυμοῦντας ἀεὶ μείζονος ἧς ἔχουσιν ὑπὸ πάν-
των ἐπαινουμένους, τοὺς δὲ πρὸς ἄλλο τι τῶν ὄντων
ἀπλήστως διακειμένους ἀκρατεστέρους καὶ φαυλοτέ-
ρους εἶναι δοκοῦντας. [136] τὸ δὲ μέγιστον τῶν εἰρημέ-
νων, ὅτι συμβαίνει τοῦ μὲν πλούτου καὶ τῶν δυναστειῶν
πολλάκις τοὺς ἐχθροὺς κυρίους γίγνεσθαι, τῆς δ’ εὐνοίας
τῆς παρὰ τῶν πολλῶν καὶ τῶν ἄλλων τῶν προειρημένων
μηδένας ἄλλους καταλείπεσθαι κληρονόμους πλὴν τοὺς
ἐξ ἡμῶν γεγονότας. ὥστ’ ᾐσχυνόμην ἄν, εἰ μὴ τούτων
ἕνεκα συνεβούλευον καὶ τὴν στρατείαν ποιεῖσθαι ταύτην
καὶ πολεμεῖν καὶ κινδυνεύειν.