[53] Ἀλλὰ μὴν τὰ περὶ Θηβαίους οὐδὲ σὲ λέληθεν. καλ-
λίστην γὰρ μάχην νικήσαντες, καὶ δόξαν ἐξ αὐτῆς μεγίστην
λαβόντες, διὰ τὸ μὴ καλῶς χρῆσθαι ταῖς εὐτυχίαις οὐδὲν
βέλτιον πράττουσι τῶν ἡττηθέντων καὶ δυστυχησάντων.
οὐ γὰρ ἔφθασαν τῶν ἐχθρῶν κρατήσαντες, καὶ πάντων
ἀμελήσαντες ἠνώχλουν μὲν ταῖς πόλεσι ταῖς ἐν Πελο-
ποννήσῳ, Θετταλίαν δ’ ἐτόλμων καταδουλοῦσθαι, Μεγα-
ρεῦσι δ’ ὁμόροις οὖσιν ἠπείλουν, τὴν δ’ ἡμετέραν πόλιν
μέρος τι τῆς χώρας ἀπεστέρουν, Εὔβοιαν δ’ ἐπόρθουν, εἰς
Βυζάντιον δὲ τριήρεις ἐξέπεμπον ὡς καὶ γῆς καὶ θαλάττης
ἄρξοντες. [54] τελευτῶντες δὲ πρὸς Φωκέας πόλεμον
ἐξήνεγκαν ὡς τῶν τε πόλεων ἐν ὀλίγῳ χρόνῳ κρατήσοντες,
τόν τε τόπον ἅπαντα τὸν περιέχοντα κατασχήσοντες, τῶν
τε χρημάτων τῶν ἐν Δελφοῖς περιγενησόμενοι ταῖς ἐκ
τῶν ἰδίων δαπάναις. ὧν οὐδὲν αὐτοῖς ἀποβέβηκεν, ἀλλ’
ἀντὶ μὲν τοῦ λαβεῖν τὰς Φωκέων πόλεις τὰς αὑτῶν ἀπο-
λωλέκασιν, εἰσβάλλοντες δ’ εἰς τὴν τῶν πολεμίων ἐλάττω
κακὰ ποιοῦσιν ἐκείνους ἢ πάσχουσιν ἀπιόντες εἰς τὴν
αὑτῶν· [55] ἐν μὲν γὰρ τῇ Φωκίδι τῶν μισθοφόρων τινὰς
ἀποκτείνουσιν, οἷς λυσιτελεῖ τεθνάναι μᾶλλον ἢ ζῆν,
ἀναχωροῦντες δὲ τοὺς ἐνδοξοτάτους αὑτῶν καὶ μάλιστα
τολμῶντας ὑπὲρ τῆς πατρίδος ἀποθνήσκειν ἀπολλύουσιν.
εἰς τοῦτο δ’ αὐτῶν περιέστηκε τὰ πράγματα, ὥστ’ ἐλπί-
σαντες ἅπαντας τοὺς Ἕλληνας ὑφ’ αὑτοῖς ἔσεσθαι νῦν ἐν
σοὶ τὰς ἐλπίδας ἔχουσι τῆς αὑτῶν σωτηρίας. ὥστ’ οἶμαι
καὶ τούτους ταχέως ποιήσειν ὅ τι ἂν σὺ κελεύῃς καὶ συμ-
βουλεύῃς.