[17] Δέομαι οὖν ὑμῶν μήτε πιστεύειν πω μήτ’ ἀπιστεῖν
τοῖς εἰρημένοις, πρὶν ἂν διὰ τέλους ἀκούσητε καὶ τὰ παρ’
ἡμῶν, ἐνθυμουμένους ὅτι οὐδὲν ἂν ἔδει δίδοσθαι τοῖς φεύ-
γουσιν ἀπολογίαν, εἴπερ οἷόν τ’ ἦν ἐκ τῶν τοῦ διώκοντος
λόγων ἐψηφίσθαι τὰ δίκαια. νῦν δ’ εἰ μὲν εὖ τυγχάνει
κατηγορηκὼς ἢ κακῶς, οὐδεὶς ἂν τῶν παρόντων ἀγνοή-
σειεν· εἰ δ’ ἀληθέσι κέχρηται τοῖς λόγοις, οὐκέτι τοῦτο τοῖς
κρίνουσι γνῶναι ῥᾴδιον ἐξ ὧν ὁ πρότερος εἴρηκεν, ἀλλ’
ἀγαπητὸν ἢν ἐξ ἀμφοτέρων τῶν λόγων ἐκλαβεῖν δυνηθῶσιν
τὸ δίκαιον.

    [18] Οὐ θαυμάζω δὲ τῶν πλείω χρόνον διατριβόντων
ἐπὶ ταῖς τῶν ἐξαπατώντων κατηγορίαις ἢ ταῖς ὑπὲρ
αὑτῶν ἀπολογίαις, οὐδὲ τῶν λεγόντων ὡς ἔστι μέγιστον
κακὸν διαβολή· τί γὰρ ἂν γένοιτο ταύτης κακουργότερον,
ἣ ποιεῖ τοὺς μὲν ψευδομένους εὐδοκιμεῖν, τοὺς δὲ μηδὲν
ἡμαρτηκότας δοκεῖν ἀδικεῖν, τοὺς δὲ δικάζοντας ἐπιορ-
κεῖν, ὅλως δὲ τὴν μὲν ἀλήθειαν ἀφανίζει, ψευδῆ δὲ δόξαν
παραστήσασα τοῖς ἀκούουσιν ὃν ἂν τύχῃ τῶν πολιτῶν
ἀδίκως ἀπόλλυσιν; [19] ἃ φυλακτέον ἐστίν, ὅπως μηδὲν
ὑμῖν συμβήσεται τοιοῦτον, μηδ’ ἃ τοῖς ἄλλοις ἂν ἐπιτι-
μήσαιτε τούτοις αὐτοὶ φανήσεσθε περιπίπτοντες. οἶμαι
δ’ ὑμᾶς οὐκ ἀγνοεῖν ὅτι τῇ πόλει πολλάκις οὕτως ἤδη
μετεμέλησε τῶν κρίσεων τῶν μετ’ ὀργῆς καὶ μὴ μετ’ ἐλέγ-
χου γενομένων, ὥστ’ οὐ πολὺν χρόνον διαλιποῦσα παρὰ
μὲν τῶν ἐξαπατησάντων δίκην λαβεῖν ἐπεθύμησε, τοὺς
δὲ διαβληθέντας ἡδέως ἂν εἶδεν ἄμεινον ἢ πρότερον πράτ-
τοντας.

    [20] Ὧν χρὴ μεμνημένους μὴ προπετῶς πιστεύειν τοῖς
τῶν κατηγόρων λόγοις, μηδὲ μετὰ θορύβου καὶ χαλεπότη-
τος ἀκροᾶσθαι τῶν ἀπολογουμένων. καὶ γὰρ αἰσχρὸν ἐπὶ
μὲν τῶν ἄλλων πραγμάτων ἐλεημονεστάτους ὁμολογεῖ-
σθαι καὶ πραοτάτους ἁπάντων εἶναι τῶν Ἑλλήνων, ἐπὶ δὲ
τοῖς ἀγῶσι τοῖς ἐνθάδε γιγνομένοις τἀναντία τῇ δόξῃ
ταύτῃ φαίνεσθαι πράττοντας· [21] καὶ παρ’ ἑτέροις μὲν
ἐπειδὰν περὶ ψυχῆς ἀνθρώπου δικάζωσι, μέρος τι τῶν
ψήφων ὑποβάλλεσθαι τοῖς φεύγουσι, παρ’ ὑμῖν δὲ μηδὲ
τῶν ἴσων τυγχάνειν τοὺς κινδυνεύοντας τοῖς συκοφαντοῦ-
σιν, ἀλλ’ ὀμνύναι μὲν καθ’ ἕκαστον τὸν ἐνιαυτὸν ἦ μὴν
ὁμοίως ἀκροάσεσθαι τῶν κατηγορούντων καὶ τῶν ἀπο-
λογουμένων, [22] τοσοῦτον δὲ τὸ μεταξὺ ποιεῖν, ὥστε τῶν
μὲν αἰτιωμένων ὅ τι ἂν λέγωσιν ἀποδέχεσθαι, τῶν δὲ τού-
τους ἐξελέγχειν πειρωμένων ἐνίοτε μηδὲ τὴν φωνὴν
ἀκούοντας ἀνέχεσθαι, καὶ νομίζειν μὲν ἀοικήτους εἶναι
ταύτας τῶν πόλεων ἐν αἷς ἄκριτοί τινες ἀπόλλυνται τῶν
πολιτῶν, ἀγνοεῖν δ’ ὅτι τοῦτο ποιοῦσιν οἱ μὴ κοινὴν τὴν
εὔνοιαν τοῖς ἀγωνιζομένοις παρέχοντες. [23] ὃ δὲ πάντων
δεινότατον, ὅταν τις αὐτὸς μὲν κινδυνεύων κατηγορῇ τῶν
διαβαλλόντων, ἑτέρῳ δὲ δικάζων μὴ τὴν αὐτὴν ἔχῃ γνώ-
μην περὶ αὐτῶν. καίτοι χρὴ τοὺς νοῦν ἔχοντας τοιούτους
εἶναι κριτὰς τοῖς ἄλλοις, οἵων περ ἂν αὐτοὶ τυγχάνειν
ἀξιώσειαν, λογιζομένους ὅτι διὰ τοὺς συκοφαντεῖν τολ-
μῶντας ἄδηλον ὅστις εἰς κίνδυνον καταστὰς ἀναγκασθή-
σεται λέγειν ἅπερ ἐγὼ νῦν πρὸς τοὺς μέλλοντας περὶ
αὐτοῦ τὴν ψῆφον διοίσειν.